Skip to content

Parallel

Jeremiah 29

Swete's Septuagint · Berean Standard Bible

Ἐπὶ τοὺς ἀλλοφύλους. (2)Τάδε λέγει Κύριος
Ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ, καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα, καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πολιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἄπαντες οἱ κατοικοῦντες τὴν γῆν
ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρματων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ. οὐκ ἐπέστρεψαν πατέρες ἐφʼ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν,
ἐν τῇ ἡμέρᾳ τῇ ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους. καὶ ἀφανιῶ τὴν Τύρον καὶ τὴν Σειδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν, ὅτι ἐξολεθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων.
ἥκει φαλάκρωμα ἐπὶ Γάζαν, ἀπερίφη Ἀσκάλων καὶ οἱ κατάλοιποι Ἐνακείμ.
ἕως τίνος κόψεις, (⁶)ἡ μάχαιρα τοῦ κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρθητι.
πῶς ἡσυχάσεις καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκάλωνα καὶ ἐπὶ τὰς παραθαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερθῆναι.
Τῇ Ἰδουμαίᾳ. Τάδε λέγει Κύριος Οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμάν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ὤχετο σοφία αὐτῶν,
ἠπατήθη ὁ τόπος αὐτῶν. βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδάμ, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπʼ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπʼ αὐτόν.
ὅτι τρυγηταὶ ἦλθον οἳ οὐ καταλείψουσίν σοι κατάλιμμα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν.
ὅτι ἐγὼ κατέσυρα τὸν Ἠσού, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ γείτονός μου, καὶ οὐκ ἔστιν
ὑπολιπέσθαι ὀρφανόν σου ἵνα ζήσεται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπʼ ἐμέ πεποίθασιν.
ὅτι τάδε εἶπεν Κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς,
ὅτι κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα.
ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν Συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον.
μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις.
ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε.
καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπʼ αὐτὴν συριεῖ.
ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν Κύριος Παντοκράτωρ, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ ἐνοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου.
ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπʼ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπʼ αὐτὴν ἐπιστήσατε. ὅτι τίς ὥσπερ ἐγώ ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν ὃς στήσεται κατὰ πρόσωπόν μου;
διὰ τοῦτο ἀκούσατε βουλὴν Κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν, καὶ λογισμὸν αὐτοῦ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμάν Ἐὰν μὴ συνψηθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπʼ αὐτὴν κατάλυσις αὐτῶν·
ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐφοβήθη ἡ γῆ, καὶ κραυγὴ θαλάσσης οὐκ ἠκούσθη.
ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτείνει τὰς πτέρυγας ἐπʼ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ἰδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης.