Parallel
Jeremiah 1
Swete's Septuagint · Berean Standard Bible
ΤΟ ῥῆμα τοῦ θεοῦ ὃ ἐγένετο ἐπὶ Ἰερεμίαν τὸν τοῦ Χελκίουυ ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμείν·
—
ὃς ἐγενήθη λόγος τοῦ θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ἰ ωσεία υἱοῦ Ἀμὼς βασιλέως ούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ.
—
καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα ἕως ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα, ἕως τῆς αἰχμαλωσίας Ἰερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί.
—
Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.
—
καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ λέγε ὅτι Νεώτερος ἐγὼ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις.
—
καὶ ἐξέτεινεν Κύριος τὴν χεῖρα αὐτοῦ πρὸς μέ καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν Κύριος πρὸς μέ Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου.
—
ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν.
—
καὶ εἶπεν Κύριος πρὸς μέ Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτοὺς.
—
καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς; καὶ εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.
—
καὶ εἶπεν Κύριος πρὸς μέ Ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
—
διότι ἰδοὺ ἐγὼ συνκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς, λέγει Κύριος, καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἰερουσαλὴμ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα.
—
καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐνκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
—
καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πάντα ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν μηδέ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ εἰμὶ τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.
—
ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυροῦν πᾶσιν τοῖς βασιλεῦσιν Ἰούδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς·
—
καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, εἶπεν Κύριος.
—