Skip to content

Parallel

Isaiah 35

Rahlfs Septuagint (1935) · Berean Standard Bible

εὐφράνθητι ἔρημος διψῶσα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον
The wilderness and the dry land will be glad; the desert will rejoice and blossom like a rose.
καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ
It will bloom profusely and rejoice with joy and singing. The glory of Lebanon will be given to it, the splendor of Carmel and Sharon. They will see the glory of the LORD, the splendor of our God.
ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα
Strengthen the limp hands and steady the feeble knees (note: Cited in Hebrews 12:12)!
παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε μὴ φοβεῖσθε ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς
Say to those with anxious hearts: “Be strong, do not fear! Behold, your God will come with vengeance. With divine retribution He will come to save you.”
τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται
Then the eyes of the blind will be opened and the ears of the deaf unstopped.
τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ
Then the lame will leap like a deer and the mute tongue will shout for joy. For waters will gush forth in the wilderness, and streams in the desert.
καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται ἐκεῖ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη
The parched ground will become a pool, the thirsty land springs of water. In the haunt where jackals (note: Or serpents or dragons) once lay, there will be grass and reeds and papyrus.
ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾿ αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν
And there will be a highway called the Way of Holiness. The unclean will not travel it—only those who walk in the Way—and fools will not stray onto it.
καὶ οὐκ ἔσται ἐκεῖ λέων οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ᾿ αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι
No lion will be there, and no vicious beast will go up on it. Such will not be found there, but the redeemed will walk upon it.
καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ᾿ εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός
So the redeemed of the LORD will return and enter Zion with singing, crowned with everlasting joy. Gladness and joy will overtake them, and sorrow and sighing will flee.