Parallel
Isaiah 14
Rahlfs Septuagint (1935) · Berean Standard Bible
καὶ ἐλεήσει κύριος τὸν Ιακωβ καὶ ἐκλέξεται ἔτι τὸν Ισραηλ καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ιακωβ
For the LORD will have compassion on Jacob; once again He will choose Israel and settle them in their own land. The foreigner will join them and unite with the house of Jacob.
καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν καὶ κατακληρονομήσουσιν καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ θεοῦ εἰς δούλους καὶ δούλας καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν
The nations will escort Israel and bring it to its homeland. Then the house of Israel will possess the nations as menservants and maidservants in the LORD’s land. They will make captives of their captors and rule over their oppressors.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε ὁ θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου καὶ τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας αὐτοῖς
On the day that the LORD gives you rest from your pain and torment, and from the hard labor into which you were forced,
καὶ λήμψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής
you will sing this song of contempt against the king of Babylon: How the oppressor has ceased, and how his fury (note: DSS, LXX, and Syriac; MT the golden city) has ended!
συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν τὸν ζυγὸν τῶν ἀρχόντων
The LORD has broken the staff of the wicked, the scepter of the rulers.
πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ παίων ἔθνος πληγὴν θυμοῦ ἣ οὐκ ἐφείσατο
It struck the peoples in anger with unceasing blows; it subdued the nations in rage with relentless persecution.
ἀνεπαύσατο πεποιθώς πᾶσα ἡ γῆ βοᾷ μετ᾿ εὐφροσύνης
All the earth is at peace and at rest; they break out in song.
καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου ἀφ᾿ οὗ σὺ κεκοίμησαι οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς
Even the cypresses (note: Or pines or junipers or firs) and cedars of Lebanon exult over you: “Since you have been laid low, no woodcutter comes against us.”
ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν
Sheol beneath is eager to meet you upon your arrival. It stirs the spirits of the dead to greet you—all the rulers of the earth. It makes all the kings of the nations rise from their thrones.
πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς ἐν ἡμῖν δὲ κατελογίσθης
They will all respond to you, saying, “You too have become weak, as we are; you have become like us!”
κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου ἡ πολλή σου εὐφροσύνη ὑποκάτω σου στρώσουσιν σῆψιν καὶ τὸ κατακάλυμμά σου σκώληξ
Your pomp has been brought down to Sheol, along with the music of your harps. Maggots are your bed and worms your blanket.
πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη
How you have fallen from heaven, O day star (note: Or morning star or shining one or Lucifer), son of the dawn! You have been cut down to the ground, O destroyer of nations.
σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου εἰς τὸν οὐρανὸν ἀναβήσομαι ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν
You said in your heart: “I will ascend to the heavens; I will raise my throne above the stars of God. I will sit on the mount of assembly, in the far reaches of the north (note: Or in the remote parts of Zaphon or on the heights of Zaphon).
ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν ἔσομαι ὅμοιος τῷ ὑψίστῳ
I will ascend above the tops of the clouds; I will make myself like the Most High.”
νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς
But you will be brought down to Sheol, to the lowest depths of the Pit.
οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν σείων βασιλεῖς
Those who see you will stare; they will ponder your fate: “Is this the man who shook the earth and made the kingdoms tremble,
ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις καθεῖλεν τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν
who turned the world into a desert and destroyed its cities, who refused to let the captives return to their homes?”
πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ
All the kings of the nations lie in state, each in his own tomb (note: Hebrew house).
σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν
But you are cast out of your grave like a rejected branch, covered by those slain with the sword, and dumped into a rocky pit like a carcass trampled underfoot.
οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον σπέρμα πονηρόν
You will not join them in burial, since you have destroyed your land and slaughtered your own people. The offspring of the wicked will never again be mentioned.
ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων
Prepare a place to slaughter his sons for the iniquities of their forefathers. They will never rise up to possess a land or cover the earth with their cities.
καὶ ἐπαναστήσομαι αὐτοῖς λέγει κύριος σαβαωθ καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα τάδε λέγει κύριος
“I will rise up against them,” declares the LORD of Hosts. “I will cut off from Babylon her name and her remnant, her offspring and her posterity,” declares the LORD.
καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους καὶ ἔσται εἰς οὐδέν καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν
“I will make her a place for owls and for swamplands; I will sweep her away with the broom of destruction,” declares the LORD of Hosts.
τάδε λέγει κύριος σαβαωθ ὃν τρόπον εἴρηκα οὕτως ἔσται καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ
The LORD of Hosts has sworn: “Surely, as I have planned, so will it be; as I have purposed, so will it stand.
τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου καὶ ἔσονται εἰς καταπάτημα καὶ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῶν ὁ ζυγὸς αὐτῶν καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται
I will break Assyria in My land; I will trample him on My mountain. His yoke will be taken off My people, and his burden removed from their shoulders.”
αὕτη ἡ βουλή ἣν βεβούλευται κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης
This is the plan devised for the whole earth, and this is the hand stretched out over all the nations.
ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς διασκεδάσει καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει
The LORD of Hosts has purposed, and who can thwart Him? His hand is outstretched, so who can turn it back?
τοῦ ἔτους οὗ ἀπέθανεν Αχαζ ὁ βασιλεύς ἐγενήθη τὸ ῥῆμα τοῦτο
In the year that King Ahaz died, this burden was received:
μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι
Do not rejoice, all you Philistines, that the rod that struck you is broken. For a viper will spring from the root of the snake, and a flying serpent from its egg.
καὶ βοσκηθήσονται πτωχοὶ δι᾿ αὐτοῦ πτωχοὶ δὲ ἄνδρες ἐπ᾿ εἰρήνης ἀναπαύσονται ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ
Then the firstborn of the poor will find pasture, and the needy will lie down in safety, but I will kill your root by famine, and your remnant will be slain.
ὀλολύζετε πύλαι πόλεων κεκραγέτωσαν πόλεις τεταραγμέναι οἱ ἀλλόφυλοι πάντες ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται καὶ οὐκ ἔστιν τοῦ εἶναι
Wail, O gate! Cry out, O city! Melt away, all you Philistines! For a cloud of smoke comes from the north, and there are no stragglers in its ranks.
καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν ὅτι κύριος ἐθεμελίωσεν Σιων καὶ δι᾿ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ
What answer will be given to the envoys of that nation? “The LORD has founded Zion, where His afflicted people will find refuge.”