Parallel
Ezra 20
Swete's Septuagint · Berean Standard Bible
Καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευεῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ Ναθινείμ, καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν· πᾶς ὁ εἰδὼς καὶ συνίων
—
ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν, κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ Τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὅς ἐδόθη ἐν χειρὶ Μωυσῇ δούλου τοῦ θεοῦ, καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ἡμῶν καὶ κρίματα αὐτοῦ,
—
καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν·
—
καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρʼ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ· καὶ ἀνήσομεν τὸ ἔτος τὸ ζ΄ καὶ ἀπαίτησιν πάσης χειρός.
—
καὶ ποιήσομεν ἐφʼ ἡμᾶς ἐντολάς, δοῦναι ἐφʼ ἡμᾶς τρίτον τοῦ διδράχμου κατʼ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν,
—
εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ, καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ἰσραήλ, καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν.
—
καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευείται καὶ ὁ λαὸς ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς χρόνων ἐνιαυτὸν κατʼ ἐνιαυτόν, ἐκκαῦσαι περὶ τὸ θυσιαστήριον τοῦ θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν βιβλίῳ·
—
καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατʼ ἐνιαυτὸν εἰς οἶκον,
—
καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν.
—
καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου, οἴσομεν τοῖς ἱερεῦσι, εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ, καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευείταις· καὶ αὐτοὶ οἱ Λευεῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν.
—
καὶ ἔσται ὁ ἱερεὺς Ἀαρὼν μετὰ τοῦ Λευείτου ἐν τῇ δεκάτῃ τοῦ Λευείτου, καὶ οἱ Λευεῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάδος εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ.
—
ὅτι εἰς τοὺς θησαυροὺς οἴσουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ Λευεῖται ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ἄδοντες· καὶ οὐκ ἐνκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν.
—