Parallel
Ezekiel 36
Rahlfs Septuagint (1935) · Berean Standard Bible
καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὰ ὄρη Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν τοῦ Ισραηλ ἀκούσατε λόγον κυρίου
“And you, son of man, prophesy to the mountains of Israel and say: O mountains of Israel, hear the word of the LORD.
τάδε λέγει κύριος κύριος ἀνθ᾿ ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ᾿ ὑμᾶς εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη
This is what the Lord GOD says: Because the enemy has said of you, ‘Aha! The ancient heights have become our possession,’
διὰ τοῦτο προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος κύριος ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσιν καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσιν
therefore prophesy and declare that this is what the Lord GOD says: Because they have made you desolate and have trampled you on every side, so that you became a possession of the rest of the nations and were taken up in slander by the lips of their talkers,
διὰ τοῦτο ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ τοῖς χειμάρροις καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσιν ταῖς ἐγκαταλελειμμέναις αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσιν περικύκλῳ
therefore, O mountains of Israel, hear the word of the Lord GOD. This is what the Lord GOD says to the mountains and hills, to the ravines and valleys, to the desolate ruins and abandoned cities, which have become a spoil and a mockery to the rest of the nations around you.
διὰ τοῦτο τάδε λέγει κύριος κύριος εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πᾶσαν ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ᾿ εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ
Therefore this is what the Lord GOD says: Surely in My burning zeal I have spoken against the rest of the nations, and against all Edom, who took My land as their own possession with wholehearted joy and utter contempt, so that its pastureland became plunder.
διὰ τοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς
Therefore, prophesy concerning the land of Israel and tell the mountains and hills, the ravines and valleys, that this is what the Lord GOD says: Behold, I have spoken in My burning zeal because you have endured the reproach of the nations.
διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήμψονται
Therefore this is what the Lord GOD says: I have sworn with an uplifted hand that surely the nations around you will endure reproach of their own.
ὑμῶν δέ ὄρη Ισραηλ τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου ὅτι ἐγγίζουσιν τοῦ ἐλθεῖν
But you, O mountains of Israel, will produce branches and bear fruit for My people Israel, for they will soon come home.
ὅτι ἰδοὺ ἐγὼ ἐφ᾿ ὑμᾶς καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε
For behold, I am on your side; I will turn toward you, and you will be tilled and sown.
καὶ πληθυνῶ ἐφ᾿ ὑμᾶς ἀνθρώπους πᾶν οἶκον Ισραηλ εἰς τέλος καὶ κατοικηθήσονται αἱ πόλεις καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται
I will multiply the people upon you—the house of Israel in its entirety. The cities will be inhabited and the ruins rebuilt.
καὶ πληθυνῶ ἐφ᾿ ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος
I will fill you with people and animals, and they will multiply and be fruitful. I will make you as inhabited as you once were, and I will make you prosper more than before. Then you will know that I am the LORD.
καὶ γεννήσω ἐφ᾿ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ισραηλ καὶ κληρονομήσουσιν ὑμᾶς καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ᾿ αὐτῶν
Yes, I will cause My people Israel to walk upon you; they will possess you, and you will be their inheritance, and you will no longer deprive them of their children.
τάδε λέγει κύριος κύριος ἀνθ᾿ ὧν εἶπάν σοι κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου
For this is what the Lord GOD says: Because people say to you, ‘You devour men and deprive your nation of its children,’
διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι λέγει κύριος κύριος
therefore you will no longer devour men or deprive your nation of its children, declares the Lord GOD.
καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ᾿ ὑμᾶς ἀτιμία ἐθνῶν καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε λέγει κύριος κύριος
I will no longer allow the taunts of the nations to be heard against you, and you will no longer endure the reproach of the peoples or cause your nation to stumble, declares the Lord GOD.”
υἱὲ ἀνθρώπου οἶκος Ισραηλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου
“Son of man, when the people of Israel lived in their land, they defiled it by their own ways and deeds. Their behavior before Me was like the uncleanness of a woman’s impurity.
καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ᾿ αὐτοὺς
So I poured out My wrath upon them because of the blood they had shed on the land, and because they had defiled it with their idols.
καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς
I dispersed them among the nations, and they were scattered throughout the lands. I judged them according to their ways and deeds.
καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη οὗ εἰσήλθοσαν ἐκεῖ καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς λαὸς κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν
And wherever they went among the nations, they profaned My holy name, because it was said of them, ‘These are the people of the LORD, yet they had to leave His land.’
καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβήλωσαν οἶκος Ισραηλ ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ
But I had concern for My holy name, which the house of Israel had profaned among the nations to which they had gone.
διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ισραηλ τάδε λέγει κύριος οὐχ ὑμῖν ἐγὼ ποιῶ οἶκος Ισραηλ ἀλλ᾿ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθετε ἐκεῖ
Therefore tell the house of Israel that this is what the Lord GOD says: It is not for your sake that I will act, O house of Israel, but for My holy name, which you profaned among the nations to which you went.
καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ᾿ ὀφθαλμοὺς αὐτῶν
I will show the holiness of My great name, which has been profaned among the nations—the name you have profaned among them. Then the nations will know that I am the LORD, declares the Lord GOD, when I show My holiness in you before their eyes.
καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν
For I will take you from among the nations and gather you out of all the countries, and I will bring you back into your own land.
καὶ ῥανῶ ἐφ᾿ ὑμᾶς ὕδωρ καθαρόν καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καὶ καθαριῶ ὑμᾶς
I will also sprinkle clean water on you, and you will be clean. I will cleanse you from all your impurities and all your idols.
καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην
I will give you a new heart and put a new spirit within you; I will remove your heart of stone and give you a heart of flesh.
καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασίν μου πορεύησθε καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε
And I will put My Spirit within you and cause you to walk in My statutes and to carefully observe My ordinances.
καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν καὶ ἔσεσθέ μοι εἰς λαόν κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν
Then you will live in the land that I gave your forefathers; you will be My people, and I will be your God.
καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῖτον καὶ πληθυνῶ αὐτὸν καὶ οὐ δώσω ἐφ᾿ ὑμᾶς λιμόν
I will save you from all your uncleanness. I will summon the grain and make it plentiful, and I will not bring famine upon you.
καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσιν
I will also make the fruit of the trees and the crops of the field plentiful, so that you will no longer bear reproach among the nations on account of famine.
καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν ὑμῶν
Then you will remember your evil ways and wicked deeds, and you will loathe yourselves for your iniquities and abominations.
οὐ δι᾿ ὑμᾶς ἐγὼ ποιῶ λέγει κύριος κύριος γνωστὸν ἔσται ὑμῖν αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν οἶκος Ισραηλ
It is not for your sake that I will act, declares the Lord GOD—let it be known to you. Be ashamed and disgraced for your ways, O house of Israel!
τάδε λέγει κύριος ἐν ἡμέρᾳ ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν καὶ κατοικιῶ τὰς πόλεις καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι
This is what the Lord GOD says: On the day I cleanse you from all your iniquities, I will cause the cities to be resettled and the ruins to be rebuilt.
καὶ ἡ γῆ ἡ ἠφανισμένη ἐργασθήσεται ἀνθ᾿ ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατ᾿ ὀφθαλμοὺς παντὸς παροδεύοντος
The desolate land will be cultivated instead of lying desolate in the sight of all who pass through.
καὶ ἐροῦσιν ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν
Then they will say, ‘This land that was desolate has become like the garden of Eden. The cities that were once ruined, desolate, and destroyed are now fortified and inhabited.’
καὶ γνώσονται τὰ ἔθνη ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν ὅτι ἐγὼ κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας ἐγὼ κύριος ἐλάλησα καὶ ποιήσω
Then the nations around you that remain will know that I, the LORD, have rebuilt what was destroyed, and I have replanted what was desolate. I, the LORD, have spoken, and I will do it.
τάδε λέγει κύριος ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ισραηλ τοῦ ποιῆσαι αὐτοῖς πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους
This is what the Lord GOD says: Once again I will hear the plea of the house of Israel and do for them this: I will multiply their people like a flock.
ὡς πρόβατα ἅγια ὡς πρόβατα Ιερουσαλημ ἐν ταῖς ἑορταῖς αὐτῆς οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων καὶ γνώσονται ὅτι ἐγὼ κύριος
Like the numerous flocks for sacrifices at Jerusalem during her appointed feasts, so the ruined cities will be filled with flocks of people. Then they will know that I am the LORD.”