Parallel
Ezekiel 26
Rahlfs Septuagint (1935) · Berean Standard Bible
καὶ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
In the eleventh month of the twelfth year (note: Likely reading of the original Hebrew text; MT In the eleventh year), on the first day of the month, the word of the LORD came to me, saying,
υἱὲ ἀνθρώπου ἀνθ᾿ ὧν εἶπεν Σορ ἐπὶ Ιερουσαλημ εὖγε συνετρίβη ἀπόλωλεν τὰ ἔθνη ἐπεστράφη πρός με ἡ πλήρης ἠρήμωται
“Son of man, because Tyre has said of Jerusalem, ‘Aha! The gate to the nations is broken; it has swung open to me; now that she lies in ruins I will be filled,’
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σορ καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς
therefore this is what the Lord GOD says: ‘Behold, O Tyre, I am against you, and I will raise up many nations against you, as the sea brings up its waves.
καὶ καταβαλοῦσιν τὰ τείχη Σορ καὶ καταβαλοῦσι τοὺς πύργους σου καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ᾿ αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν
They will destroy the walls of Tyre and demolish her towers. I will scrape the soil from her and make her a bare rock.
ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης ὅτι ἐγὼ λελάληκα λέγει κύριος καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσιν
She will become a place to spread nets in the sea, for I have spoken, declares the Lord GOD. She will become plunder for the nations,
καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται καὶ γνώσονται ὅτι ἐγὼ κύριος
and the villages on her mainland will be slain by the sword. Then they will know that I am the LORD.’
ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ Σορ τὸν Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ βασιλεὺς βασιλέων ἐστίν μεθ᾿ ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα
For this is what the Lord GOD says: ‘Behold, I will bring against Tyre from the north Nebuchadnezzar (note: Hebrew Nebuchadrezzar, a variant of Nebuchadnezzar (king of Babylon). The latter spelling is used throughout Ezekiel for consistency.) king of Babylon, king of kings, with horses and chariots, with cavalry and a great company of troops.
οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει
He will slaughter the villages of your mainland with the sword; he will set up siege works against you, build a ramp to your walls, and raise his shields against you.
τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ
He will direct the blows of his battering rams against your walls and tear down your towers with his axes.
ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου
His multitude of horses will cover you in their dust. When he enters your gates as an army entering a breached city, your walls will shake from the noise of cavalry, wagons, and chariots.
ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσίν σου πάσας τὰς πλατείας τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ καὶ τὴν ὑπόστασίν σου τῆς ἰσχύος ἐπὶ τὴν γῆν κατάξει
The hooves of his horses will trample all your streets. He will slaughter your people with the sword, and your mighty pillars will fall to the ground.
καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ σου τὰ τείχη καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ
They will plunder your wealth and pillage your merchandise. They will demolish your walls, tear down your beautiful homes, and throw your stones and timber and soil into the water.
καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι
So I will silence the sound of your songs, and the music of your lyres will no longer be heard.
καὶ δώσω σε εἰς λεωπετρίαν ψυγμὸς σαγηνῶν ἔσῃ οὐ μὴ οἰκοδομηθῇς ἔτι ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος
I will make you a bare rock, and you will become a place to spread the fishing nets. You will never be rebuilt, for I, the LORD, have spoken, declares the Lord GOD.’
διότι τάδε λέγει κύριος κύριος τῇ Σορ οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισθήσονται αἱ νῆσοι
This is what the Lord GOD says to Tyre: ‘Will not the coastlands quake at the sound of your downfall, when the wounded groan at the slaughter in your midst?
καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται ἐκστάσει ἐκστήσονται ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ
All the princes of the sea will descend from their thrones, remove their robes, and strip off their embroidered garments. Clothed with terror, they will sit on the ground, trembling every moment, appalled over you.
καὶ λήμψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσίν σοι πῶς κατελύθης ἐκ θαλάσσης ἡ πόλις ἡ ἐπαινεστὴ ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν
Then they will lament for you, saying, “How you have perished, O city of renown inhabited by seafaring men—she who was powerful on the sea, along with her people, who imposed terror on all peoples (note: Or on all her inhabitants)!
καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ᾿ ἡμέρας πτώσεώς σου
Now the coastlands tremble on the day of your downfall; the islands in the sea are dismayed by your demise.”’
ὅτι τάδε λέγει κύριος κύριος ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψῃ σε ὕδωρ πολύ
For this is what the Lord GOD says: ‘When I make you a desolate city like other deserted cities, and when I raise up the deep against you so that the mighty waters cover you,
καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον ὅπως μὴ κατοικηθῇς μηδὲ ἀνασταθῇς ἐπὶ γῆς ζωῆς
then I will bring you down with those who descend to the Pit, to the people of antiquity. I will make you dwell in the earth below like the ancient ruins, with those who descend to the Pit, so that you will no longer be inhabited or set in splendor (note: LXX or take your place) in the land of the living.
ἀπώλειάν σε δώσω καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα λέγει κύριος κύριος
I will make you an object of horror, and you will be no more. You will be sought, but will never be found,’ declares the Lord GOD.”