Skip to content

Parallel

Ezekiel 21

Rahlfs Septuagint (1935) · Berean Standard Bible

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
And the word of the LORD came to me, saying,
υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμαν καὶ ἐπίβλεψον ἐπὶ Δαρωμ καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγεβ
“Son of man, set your face against Jerusalem and preach against the sanctuaries. Prophesy against the land of Israel
καὶ ἐρεῖς τῷ δρυμῷ Ναγεβ ἄκουε λόγον κυρίου τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρόν οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ
and tell her that this is what the LORD says: ‘I am against you, and I will draw My sword from its sheath and cut off from you both the righteous and the wicked.
καὶ ἐπιγνώσονται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ἐξέκαυσα αὐτό καὶ οὐ σβεσθήσεται
Because I will cut off both the righteous and the wicked, My sword will be unsheathed against everyone from south to north.
καὶ εἶπα μηδαμῶς κύριε κύριε αὐτοὶ λέγουσιν πρός με οὐχὶ παραβολή ἐστιν λεγομένη αὕτη
Then all flesh will know that I, the LORD, have taken My sword from its sheath, not to return it again.’
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
But you, son of man, groan! Groan before their eyes with a broken heart and bitter grief.
διὰ τοῦτο προφήτευσον υἱὲ ἀνθρώπου καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ιερουσαλημ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ισραηλ
And when they ask, ‘Why are you groaning?’ you are to say, ‘Because of the news that is coming. Every heart will melt, and every hand will go limp. Every spirit will faint, and every knee will turn to water.’ Yes, it is coming and it will surely happen, declares the Lord GOD.”
καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ισραηλ ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον
Again the word of the LORD came to me, saying,
ἀνθ᾿ ὧν ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ
“Son of man, prophesy and tell them that this is what the Lord says: ‘A sword, a sword, sharpened and polished—
καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ οὐκ ἀποστρέψει οὐκέτι
it is sharpened for the slaughter, polished to flash like lightning! Should we rejoice in the scepter of My son? The sword despises every such stick.
καὶ σύ υἱὲ ἀνθρώπου καταστέναξον ἐν συντριβῇ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ᾿ ὀφθαλμοὺς αὐτῶν
The sword is appointed to be polished, to be grasped in the hand. It is sharpened and polished, to be placed in the hand of the slayer.
καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ἕνεκα τίνος σὺ στενάζεις καὶ ἐρεῖς ἐπὶ τῇ ἀγγελίᾳ διότι ἔρχεται καὶ θραυσθήσεται πᾶσα καρδία καὶ πᾶσαι χεῖρες παραλυθήσονται καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει κύριος κύριος
Cry out and wail, O son of man, for the sword is wielded against My people; it is against all the princes of Israel! They are tossed to the sword with My people; therefore strike your thigh (note: Or beat your breast).
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Surely testing will come! And what if even the scepter, which the sword despises, does not continue?’ declares the Lord GOD.
υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρεῖς τάδε λέγει κύριος εἰπόν ῥομφαία ῥομφαία ὀξύνου καὶ θυμώθητι
‘So then, son of man, prophesy and strike your hands together. Let the sword strike two times, even three. It is a sword that slays, a sword of great slaughter closing in on every side!
ὅπως σφάξῃς σφάγια ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν σφάζε ἐξουδένει ἀπωθοῦ πᾶν ξύλον
So that their hearts may melt and many may stumble, I have appointed at all their gates a sword for slaughter. Yes, it is ready to flash like lightning; it is drawn for slaughter.
καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ ἐξηκονήθη ῥομφαία ἔστιν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος
Slash to the right; set your blade to the left—wherever your blade is directed.
ἀνάκραγε καὶ ὀλόλυξον υἱὲ ἀνθρώπου ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου αὐτὴ ἐν πᾶσιν τοῖς ἀφηγουμένοις τοῦ Ισραηλ παροικήσουσιν ἐπὶ ῥομφαίᾳ ἐγένετο ἐν τῷ λαῷ μου διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου
I too will strike My hands together, and I will satisfy My wrath.’ I, the LORD, have spoken.”
ὅτι δεδικαίωται καὶ τί εἰ καὶ φυλὴ ἀπώσθη οὐκ ἔσται λέγει κύριος κύριος
Then the word of the LORD came to me, saying,
καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ῥομφαίαν ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστιν ῥομφαία τραυματιῶν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς
“Now you, son of man, mark out two roads for the sword of the king of Babylon to take, both starting from the same land. And make a signpost where the road branches off to each city.
ὅπως θραυσθῇ ἡ καρδία καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν παραδέδονται εἰς σφάγια ῥομφαίας εὖ γέγονεν εἰς σφαγήν εὖ γέγονεν εἰς στίλβωσιν
Mark out one road for the sword to come against Rabbah of the Ammonites, and another against Judah into fortified Jerusalem.
διαπορεύου ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται
For the king of Babylon stands at the fork in the road, at the junction of the two roads, to seek an omen: He shakes the arrows, he consults the idols, he examines the liver.
καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἐναφήσω τὸν θυμόν μου ἐγὼ κύριος λελάληκα
In his right hand appears the portent for Jerusalem, where he is to set up battering rams, to call for the slaughter, to lift a battle cry, to direct the battering rams against the gates, to build a ramp, and to erect a siege wall.
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
It will seem like a false omen to the eyes of those who have sworn allegiance to him, but it will draw attention to their guilt and take them captive.
καὶ σύ υἱὲ ἀνθρώπου διάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως ἐπ᾿ ἀρχῆς
Therefore this is what the Lord GOD says: ‘Because you have drawn attention to your guilt, exposing your transgressions, so that your sins are revealed in all your deeds—because you have come to remembrance—you shall be taken in hand.
ὁδοῦ διατάξεις τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ραββαθ υἱῶν Αμμων καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Ιερουσαλημ ἐν μέσῳ αὐτῆς
And you, O profane and wicked prince of Israel, the day has come for your final punishment.’
διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν ἐπ᾿ ἀρχῆς τῶν δύο ὁδῶν τοῦ μαντεύσασθαι μαντείαν τοῦ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ
This is what the Lord GOD says: ‘Remove the turban, and take off the crown. Things will not remain as they are: Exalt the lowly and bring low the exalted.
ἐγένετο τὸ μαντεῖον ἐπὶ Ιερουσαλημ τοῦ βαλεῖν χάρακα τοῦ διανοῖξαι στόμα ἐν βοῇ ὑψῶσαι φωνὴν μετὰ κραυγῆς τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις
A ruin, a ruin, I will make it a ruin! And it will not be restored until the arrival of Him to whom it belongs, to whom I have assigned the right of judgment (note: Or of Him to whom it rightfully belongs, to whom I have given it.).’
καὶ αὐτὸς αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν καὶ αὐτὸς ἀναμιμνῄσκων ἀδικίας αὐτοῦ μνησθῆναι
Now prophesy, son of man, and declare that this is what the Lord GOD says concerning the Ammonites and their contempt: ‘A sword! A sword is drawn for slaughter, polished to consume, to flash like lightning—
διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ᾿ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν τοῦ ὁραθῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν ἀνθ᾿ ὧν ἀνεμνήσατε ἐν τούτοις ἁλώσεσθε
while they offer false visions for you and lying divinations about you—to be placed on the necks of the wicked who are slain, whose day has come, the time of their final punishment.
καὶ σύ βέβηλε ἄνομε ἀφηγούμενε τοῦ Ισραηλ οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας
Return the sword to its sheath! In the place where you were created, in the land of your origin, I will judge you.
τάδε λέγει κύριος ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον αὕτη οὐ τοιαύτη ἔσται ἐταπείνωσας τὸ ὑψηλὸν καὶ τὸ ταπεινὸν ὕψωσας
I will pour out My anger upon you; I will breathe the fire of My fury against you; I will hand you over to brutal men, skilled in destruction.
ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν οὐδ᾿ αὕτη τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει καὶ παραδώσω αὐτῷ
You will be fuel for the fire. Your blood will stain your own land. You will not be remembered, for I, the LORD, have spoken.’”
καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρεῖς τάδε λέγει κύριος πρὸς τοὺς υἱοὺς Αμμων καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν καὶ ἐρεῖς ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν ἐγείρου ὅπως στίλβῃς
ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων ὧν ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας
ἀπόστρεφε μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ ᾧ γεγέννησαι ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε
καὶ ἐκχεῶ ἐπὶ σὲ ὀργήν μου ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σὲ καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράν
ἐν πυρὶ ἔσῃ κατάβρωμα τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου οὐ μὴ γένηταί σου μνεία διότι ἐγὼ κύριος λελάληκα