Parallel
Esther (Greek) 7
Swete's Septuagint · Berean Standard Bible
εἶπεν δὲ ὁ βασιλεὺς Ἐσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ Τί ἐστιν, Ἐσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου; καὶ ἔστω σοι ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου.
—
καὶ ἀποκριθεῖσα εἶπεν Εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου, καὶ ὁ λόγος μου τῷ ἀξιώματί μου.
—
ἐπράθημεν γὰρ ἐγὼ τε καὶ ὁ λαός μου εἰς ἀπωλίαν καὶ διαρπαγὴν καὶ δουλίαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως.
—
εἶπεν δὲ Ἐσθῆρ Ἁνθρωπος ἐχθρὸς Ἀμὰν ὁ πονηρὸς οὗτος. Ἀμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασλέως καὶ τῆς βασιλίσσης.
—
ὁ δὲ βασιλεὺς ἐξαυέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ Ἀμὰν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.
—
ἐπέστρεψεν δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου, Ἀμὰν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν· εἶπεν δὲ ὁ βασιλεύς Ὡστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἀμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ.
—
εἶπεν δὲ Βουγαθὰν εἶς τῶν εὐνούχων πρὸς τὸν βασιλέα Ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα. εἶπεν δὲ ὁ βασιλεύς Σταυρωθήτω ἐπʼ αὐτοῦ.
—
καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου ὃ ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ.
—