Skip to content

Parallel

Daniel (Theodotion) 8

Swete's Septuagint · Berean Standard Bible

8:1
Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασὰρ τοῦ βασιλέως ὄρασις ὥφθη πρὸς μέ, ἐγὼ Δανιὴλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν.
8:2
καὶ ἥμην ἐν Σούσοις τῇ βάρει ἥ ἐστιν ἐν χώρᾳ Αἰλάμ, καὶ ἥμην ἐπὶ τοῦ Οὐβάλ.
8:3
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά· καὶ τὸ ἐν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπʼ ἐσχάτῳ.
8:4
ἴδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶ καὶ νότον· καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ μεγαλύνθη.
8:5
καὶ ἐγὼ ἤμην συνίων, καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ κέρας μέσον τῶν ὀφθαλμῶν αὐτοῦ.
8:6
καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὖ δον ἑστὼς ἐνώπιον τοῦ Οὐβάλ, καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ.
8:7
καὶ ἴδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριανθη πρὸς αὐτόν· καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἣν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.
8:8
καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη κέρατα τέσσερα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρες ἀνέμους τοῦ οὐρανοῦ.
8:9
καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθεν κέρας ἕν ἰσχυρόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς τὴν δύναμιν·
ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησαν αὐτά,
καὶ ἕως ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν, καὶ δι᾿ αὐτὸν θυσία ἐράχθη, καὶ κατευοδώθη αὐτῷ· καὶ τὸ ἅγιον ἐρημωθήσεται.
καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησεν καὶ εὐοδώθη.
καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος· καὶ εἶπεν εἰς ἅγιος τῷ φελμουνεὶ τῷ λαλοῦντι Ἓως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συνπατηθήσεται;
καὶ εἶπεν αὐτῷ Ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι δισχίλιαι καὶ τριακόσιαι· καὶ καθαρισθήσεται τὸ ἅγιον.
Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιὴλ, τὴν ὅρασιν, καὶ ἐζήτουν σύνεσιν· καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός.
καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβάλ, καὶ ἐκάλεσεν καὶ εἶπεν Γαβριήλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν.
καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεως μου· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου· καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.
καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετʼ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστηκέν με ἐπὶ πόδας,
καὶ εἶπεν Ἰδοὺ ἐγὼ γνωρίζωʼ σοι τὰ ἐσόμενα ἐπʼ ἐσχάτῳ τῆς ἀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.
ὁ κριὸς ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Περσῶν καὶ Μήδων.
καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς Ἐλλήνων· καὶ τὸ κέρας τὸ μέγα ὃ ἠν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος.
καὶ τοῦ συντριβέντος οὗ ἔστησαν τέσσερα ὑποκάτω κέρατα, τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται, καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτῶν.
καὶ ἐπʼ ἐσχάτων τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα.
καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ, καὶ κατευθυνεῖ καὶ ποιήσει, καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον.
καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθή. σεται, καὶ δόλῳ διαφθερεῖ πολλούς, καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται, καὶ ὡς ὠὰ χειρὶ συντρίψει.
καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηθεἰσης ἀληθῶς ἐστιν· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς.
καὶ ἐγὼ Δανιὴλ ἐκοιμήθην καὶ ἐμαλακίσθην· καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὃρασιν, καὶ οὐκ ἦν ὁ συνίων.