Skip to content

Parallel

Baruch 4

Rahlfs Septuagint (1935) · Berean Standard Bible

4:1
αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα πάντες οἱ κρατοῦντες αὐτῆς εἰς ζωήν οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται
—
4:2
ἐπιστρέφου Ιακωβ καὶ ἐπιλαβοῦ αὐτῆς διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς
—
4:3
μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ
—
4:4
μακάριοί ἐσμεν Ισραηλ ὅτι τὰ ἀρεστὰ τῷ θεῷ ἡμῖν γνωστά ἐστιν
—
4:5
θαρσεῖτε λαός μου μνημόσυνον Ισραηλ
—
4:6
ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν θεὸν παρεδόθητε τοῖς ὑπεναντίοις
—
4:7
παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς θύσαντες δαιμονίοις καὶ οὐ θεῷ
—
4:8
ἐπελάθεσθε δὲ τὸν τροφεύσαντα ὑμᾶς θεὸν αἰώνιον ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ὑμᾶς Ιερουσαλημ
—
4:9
εἶδεν γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ θεοῦ καὶ εἶπεν ἀκούσατε αἱ πάροικοι Σιων ἐπήγαγέν μοι ὁ θεὸς πένθος μέγα
—
εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος
—
ἔθρεψα γὰρ αὐτοὺς μετ᾿ εὐφροσύνης ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους
—
μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειφθείσῃ ὑπὸ πολλῶν ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου διότι ἐξέκλιναν ἐκ νόμου θεοῦ
—
δικαιώματα δὲ αὐτοῦ οὐκ ἔγνωσαν οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν θεοῦ οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν
—
ἐλθάτωσαν αἱ πάροικοι Σιων καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέρων ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος
—
ἐπήγαγεν γὰρ ἐπ᾿ αὐτοὺς ἔθνος μακρόθεν ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον οἳ οὐκ ᾐσχύνθησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν
—
καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν
—
ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν
—
ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ὑμῖν ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν
—
βαδίζετε τέκνα βαδίζετε ἐγὼ γὰρ κατελείφθην ἔρημος
—
ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου
—
θαρσεῖτε τέκνα βοήσατε πρὸς τὸν θεόν καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας ἐκ χειρὸς ἐχθρῶν
—
ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν καὶ ἦλθέν μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν
—
ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ ἀποδώσει δέ μοι ὁ θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα
—
ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιων τὴν ὑμετέραν αἰχμαλωσίαν οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ θεοῦ ὑμῶν σωτηρίαν ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου
—
τέκνα μακροθυμήσατε τὴν παρὰ τοῦ θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν κατεδίωξέν σε ὁ ἐχθρός σου καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ
—
οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν
—
θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν θεόν ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία
—
ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ θεοῦ δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν
—
ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν
—
θάρσει Ιερουσαλημ παρακαλέσει σε ὁ ὀνομάσας σε
—
δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει
—
δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου
—
ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ
—
καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας καὶ τὸ ἀγαυρίαμα αὐτῆς ἔσται εἰς πένθος
—
πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακράς καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον
—
περίβλεψαι πρὸς ἀνατολάς Ιερουσαλημ καὶ ἰδὲ τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ σοι ἐρχομένην
—
ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας ἔρχονται συνηγμένοι ἀπ᾿ ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντες τῇ τοῦ θεοῦ δόξῃ
—