Parallel
Acts 4
CNTR Statistical Restoration · Berean Standard Bible
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἀρχιερεῖς, καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ, καὶ οἱ Σαδδουκαῖοι,
While Peter and John were speaking to the people, the priests and the captain of the temple guard and the Sadducees came up to them,
διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν, καὶ καταγγέλλειν ἐν τῷ ˚Ἰησοῦ τὴν ἀνάστασιν, τὴν ἐκ νεκρῶν.
greatly disturbed that they were teaching the people and proclaiming in Jesus the resurrection of the dead.
Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη.
They seized Peter and John, and because it was evening, they put them in custody until the next day.
Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον, ἐπίστευσαν καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέντε.
But many who heard the message believed, and the number of men grew to about five thousand.
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ,
The next day the rulers, elders, and scribes assembled in Jerusalem,
καὶ Ἅννας ὁ ἀρχιερεὺς, καὶ Καϊάφας, καὶ Ἰωάννης, καὶ Ἀλέξανδρος, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.
along with Annas the high priest, Caiaphas, John, Alexander, and many others from the high priest’s family.
Καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ, ἐπυνθάνοντο, “Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;”
They had Peter and John brought in and began to question them: “By what power or what name did you do this?”
Τότε Πέτρος πλησθεὶς ˚Πνεύματος Ἁγίου, εἶπεν πρὸς αὐτούς, “Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι,
Then Peter, filled with the Holy Spirit, said to them, “Rulers and elders of the people!
εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται,
If we are being examined today about a kind service to a man who was lame, to determine how he was healed,
γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ, ὅτι ἐν τῷ ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ ˚Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
then let this be known to all of you and to all the people of Israel: It is by the name of Jesus Christ of Nazareth, whom you crucified but whom God raised from the dead, that this man stands before you healed.
Οὗτός ἐστιν ‘ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ ὑμῶν, τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας’.
This Jesus is ‘the stone you builders rejected, which has become the cornerstone.’
Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.”
Salvation exists in no one else, for there is no other name under heaven given to men by which we must be saved.”
Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ ˚Ἰησοῦ ἦσαν.
When they saw the boldness of Peter and John and realized that they were unschooled, ordinary men, they marveled and took note that these men had been with Jesus.
Τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα, τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
And seeing the man who had been healed standing there with them, they had nothing to say in response.
Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ Συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους
So they ordered them to leave the Sanhedrin (note: Or the Council) and then conferred together.
λέγοντες, “Τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι.
“What shall we do with these men?” they asked. “It is clear to everyone living in Jerusalem that a remarkable miracle has occurred through them, and we cannot deny it.
Ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.”
But to keep this message from spreading any further among the people, we must warn them not to speak to anyone in this name.”
Καὶ καλέσαντες αὐτοὺς, παρήγγειλαν καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ ˚Ἰησοῦ.
Then they called them in again and commanded them not to speak or teach at all in the name of Jesus.
Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς, “Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ ˚Θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ ˚Θεοῦ, κρίνατε.
But Peter and John replied, “Judge for yourselves whether it is right in God’s sight to listen to you rather than God.
Οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.”
For we cannot stop speaking about what we have seen and heard.”
Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν ˚Θεὸν ἐπὶ τῷ γεγονότι.
After further threats they let them go. They could not find a way to punish them, because all the people were glorifying God for what had happened.
Ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος, ἐφʼ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
For the man who was miraculously healed was over forty years old.
Ἀπολυθέντες δὲ, ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
On their release, Peter and John returned to their own people and reported everything that the chief priests and elders had said to them.
Οἱ δὲ ἀκούσαντες, ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν ˚Θεὸν καὶ εἶπαν, “Δέσποτα, σὺ ὁ ‘ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς’,
When the believers heard this, they lifted up their voices to God with one accord. “Sovereign Lord,” they said, “You made the heaven and the earth and the sea and everything in them.
ὁ τοῦ πατρὸς ἡμῶν, διὰ ˚Πνεύματος Ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών, ‘Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
You spoke by the Holy Spirit through the mouth of Your servant (note: Or child; also in verses 27 and 30), our father David: ‘Why do the nations rage and the peoples plot in vain?
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ ˚Κυρίου, καὶ κατὰ τοῦ ˚Χριστοῦ αὐτοῦ.’
The kings of the earth take their stand and the rulers gather together against the Lord and against His Anointed One (note: Or His Christ or His Messiah; Psalm 2:1–2).’
Συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ˚Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
In fact, this is the very city where Herod and Pontius Pilate conspired with the Gentiles and the people of Israel against Your holy servant Jesus, whom You anointed.
ποιῆσαι ὅσα ἡ χείρ σου, καὶ ἡ βουλὴ σου προώρισεν γενέσθαι.
They carried out what Your hand and will had decided beforehand would happen.
Καὶ τὰ νῦν, ˚Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου, μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
And now, Lord, consider their threats, and enable Your servants to speak Your word with complete boldness,
ἐν τῷ τὴν χεῖρα ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα, καὶ τέρατα, γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου, ˚Ἰησοῦ.”
as You stretch out Your hand to heal and perform signs and wonders through the name of Your holy servant Jesus.”
Καὶ δεηθέντων αὐτῶν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ Ἁγίου ˚Πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ ˚Θεοῦ μετὰ παρρησίας.
After they had prayed, their meeting place was shaken, and they were all filled with the Holy Spirit and spoke the word of God boldly.
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων, ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς πάντα κοινά.
The multitude of believers was one in heart and soul. No one claimed that any of his possessions was his own, but they shared everything they owned.
Καὶ δυνάμει μεγάλῃ, ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τοῦ ˚Κυρίου ˚Ἰησοῦ, τῆς ἀναστάσεως, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
With great power the apostles continued to give their testimony about the resurrection of the Lord Jesus. And abundant grace was upon them all.
Οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων,
There were no needy ones among them, because those who owned lands or houses would sell their property, bring the proceeds from the sales,
καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν.
and lay them at the apostles’ feet for distribution to anyone as he had need.
Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς, ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον, “Υἱὸς παρακλήσεως”, Λευίτης, Κύπριος τῷ γένει,
Joseph, a Levite from Cyprus, whom the apostles called Barnabas (meaning Son of Encouragement),
ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
sold a field he owned, brought the money, and laid it at the apostles’ feet.