Parallel
Acts 24
Nestle 1904 Greek New Testament · Berean Standard Bible
Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου
Five days later the high priest Ananias came down with some elders and a lawyer (note: Or an orator) named Tertullus, who presented to the governor their case against Paul.
Κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
When Paul had been called in, Tertullus opened the prosecution: “Because of you, we have enjoyed a lasting peace, and your foresight has brought improvements to this nation.
πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα κράτιστε Φῆλιξ μετὰ πάσης εὐχαριστίας
In every way and everywhere, most excellent Felix, we acknowledge this with all gratitude.
ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐνκόπτω παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ
But in order not to delay you any further, I beg your indulgence to hear us briefly.
Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως
We have found this man to be a pestilence, stirring up dissension among the Jews all over the world. He is a ringleader of the sect of the Nazarenes,
ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι ὃν καὶ ἐκρατήσαμεν
and he even tried to desecrate the temple; so we seized him.
παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ
By examining him yourself, you will be able to learn the truth about all our charges against him.”
Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν
The Jews concurred, asserting that these charges were true.
Ἀπεκρίθη τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι
When the governor motioned for Paul to speak, he began his response: “Knowing that you have been a judge over this nation for many years, I gladly make my defense.
δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ’ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ
You can verify for yourself that no more than twelve days ago I went up to Jerusalem to worship.
καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν
Yet my accusers did not find me debating with anyone in the temple or riling up a crowd in the synagogues or in the city.
οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου
Nor can they prove to you any of their charges against me.
Ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν Ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις
I do confess to you, however, that I worship the God of our fathers according to the Way, which they call a sect. I believe everything that is laid down by the Law and written in the Prophets,
ἐλπίδα ἔχων εἰς τὸν Θεόν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων
and I have the same hope in God that they themselves cherish, that there will be a resurrection of both the righteous and the wicked.
ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός
In this hope, I strive always to maintain a clear conscience before God and man.
Δι’ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς
After several years, then, I returned to Jerusalem to bring alms to my people and to present offerings.
ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι
At the time they found me in the temple, I was ceremonially clean and was not inciting a crowd or an uproar. But there are some Jews from the province of Asia
οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ
who ought to appear before you and bring charges, if they have anything against me.
ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου
Otherwise, let these men state for themselves any crime they found in me when I stood before the Sanhedrin (note: Or the Council),
ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ’ ὑμῶν
unless it was this one thing I called out as I stood in their presence: ‘It is concerning the resurrection of the dead that I am on trial before you today.’”
Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ εἴπας Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθ’ ὑμᾶς
Then Felix, who was well informed about the Way, adjourned the hearing and said, “When Lysias the commander comes, I will decide your case.”
διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ
He ordered the centurion to keep Paul under guard, but to allow him some freedom and permit his friends to minister to his needs.
Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως
After several days, Felix returned with his wife Drusilla, who was a Jewess. He sent for Paul and listened to him speak about faith in Christ Jesus.
διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη Τὸ νῦν ἔχον πορεύου καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε
As Paul expounded on righteousness, self-control, and the coming judgment, Felix became frightened and said, “You may go for now. When I find the time, I will call for you.”
ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ
At the same time, he was hoping that Paul would offer him a bribe. So he sent for Paul frequently and talked with him.
Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον
After two years had passed, Felix was succeeded by Porcius Festus. And wishing to do the Jews a favor, Felix left Paul in prison.