Skip to content

Parallel

4 Maccabees 7

Rahlfs Septuagint (1935) · Berean Standard Bible

7:1
ὥσπερ γὰρ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν Ελεαζαρου λογισμὸς πηδαλιουχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει
—
7:2
καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς καὶ καταντλούμενος ταῖς τῶν βασάνων τρικυμίαις
—
7:3
κατ᾿ οὐδένα τρόπον ἔτρεψε τοὺς τῆς εὐσεβείας οἴακας ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς ἀθανάτου νίκης λιμένα
—
7:4
οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχε ποτὲ πολιορκουμένη ὡς ὁ πανάγιος ἐκεῖνος τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος ἐνίκησεν τοὺς πολιορκοῦντας διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν
—
7:5
ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτοῦ διάνοιαν ὁ πατὴρ Ελεαζαρ ἐκτείνας περιέκλασεν τοὺς ἐπιμαινομένους τῶν παθῶν κλύδωνας
—
7:6
ὦ ἄξιε τῆς ἱερωσύνης ἱερεῦ οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοίνωσας μιαροφαγίᾳ
—
7:7
ὦ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου
—
7:8
τοιούτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας
—
7:9
σύ πάτερ τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς θείας φιλοσοφίας σου λόγους
—
ὦ βασάνων βιαιότερε γέρων καὶ πυρὸς εὐτονώτερε πρεσβῦτα καὶ παθῶν μέγιστε βασιλεῦ Ελεαζαρ
—
ὥσπερ γὰρ ὁ πατὴρ Ααρων τῷ θυμιατηρίῳ καθωπλισμένος διὰ τοῦ ἐθνοπλήθους ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον
—
οὕτως ὁ Ααρωνίδης Ελεαζαρ διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν
—
καίτοι τὸ θαυμασιώτατον γέρων ὢν λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος τόνων περικεχαλασμένων δὲ τῶν σαρκῶν κεκμηκότων δὲ καὶ τῶν νεύρων ἀνενέασεν
—
τῷ πνεύματι διὰ τοῦ λογισμοῦ καὶ τῷ Ισακίῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν
—
ὦ μακαρίου γήρως καὶ σεμνῆς πολιᾶς καὶ βίου νομίμου ὃν πιστὴ θανάτου σφραγὶς ἐτελείωσεν
—
εἰ δὴ τοίνυν γέρων ἀνὴρ τῶν μέχρι θανάτου βασάνων περιεφρόνει δι᾿ εὐσέβειαν ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός
—
ἴσως δ᾿ ἂν εἴποιέν τινες τῶν παθῶν οὐ πάντες περικρατοῦσιν ὅτι οὐδὲ πάντες φρόνιμον ἔχουσιν τὸν λογισμόν
—
ἀλλ᾿ ὅσοι τῆς εὐσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας οὗτοι μόνοι δύνανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν
—
πιστεύοντες ὅτι θεῷ οὐκ ἀποθνῄσκουσιν ὥσπερ οὐδὲ οἱ πατριάρχαι ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ ἀλλὰ ζῶσιν τῷ θεῷ
—
οὐδὲν οὖν ἐναντιοῦται τὸ φαίνεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν
—
ἐπεὶ τίς πρὸς ὅλον τὸν τῆς φιλοσοφίας κανόνα φιλοσοφῶν καὶ πεπιστευκὼς θεῷ
—
καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν θεοσέβειαν
—
μόνος γὰρ ὁ σοφὸς καὶ ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος
—