Parallel
4 Maccabees 12
Rahlfs Septuagint (1935) · Berean Standard Bible
ὡς δὲ καὶ οὗτος μακαρίως ἀπέθανεν καταβληθεὶς εἰς λέβητα ὁ ἕβδομος παρεγίνετο πάντων νεώτερος
—
ὃν κατοικτίρας ὁ τύραννος καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενα πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορεῖν ἐπειρᾶτο λέγων
—
καὶ ταῦτα παρακαλῶν τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείθειαν τὸν περιλειπόμενον
—
ἀνόσιέ φησιν καὶ πάντων πονηρῶν ἀσεβέστατε τύραννε οὐκ ᾐδέσθης παρὰ τοῦ θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι καὶ τοὺς τῆς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι
—
ἀνθ᾿ ὧν ταμιεύσεταί σε ἡ δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε
—
οὐκ ᾐδέσθης ἄνθρωπος ὤν θηριωδέστατε τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι
—
ἀλλ᾿ οἱ μὲν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν σὺ δὲ κακῶς οἰμώξεις τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτεῖνας
—