καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ
—
οἳ ἦλθον μετὰ Ζοροβαβελ Ἰησοῦς Νεεμιας Σαραιας Ρεελιας Μαρδοχαιος Βαλασαν Μασφαρ Βαγουι Ρεουμ Βαανα ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ
—
υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
—
υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
—
υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε
—
υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο
—
υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
—
υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε
—
υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
—
υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο
—
υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς
—
υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο
—
υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ
—
υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ
—
υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες
—
υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
—
υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς
—
υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο
—
υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς
—
υἱοὶ Γαβερ ἐνενήκοντα πέντε
—
υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς
—
υἱοὶ Νετωφα πεντήκοντα ἕξ
—
υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
—
υἱοὶ Ασμωθ τεσσαράκοντα δύο
—
υἱοὶ Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
—
υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
—
ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο
—
ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς
—
υἱοὶ Ναβου πεντήκοντα δύο
—
υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ
—
υἱοὶ Ηλαμ—αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
—
υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
—
υἱοὶ Λοδ Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε
—
υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
—
υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα
—
καὶ οἱ ἱερεῖς υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
—
υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
—
υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
—
καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες
—
οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ
—
υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβαου οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα
—
οἱ ναθιναῖοι υἱοὶ Σουια υἱοὶ Ασουφε υἱοὶ Ταβαωθ
—
υἱοὶ Κηραος υἱοὶ Σωηα υἱοὶ Φαδων
—
υἱοὶ Λαβανω υἱοὶ Αγαβα υἱοὶ Ακαβωθ
—
υἱοὶ Αγαβ υἱοὶ Σαμαλαι υἱοὶ Αναν
—
υἱοὶ Κεδελ υἱοὶ Γαερ υἱοὶ Ρεηα
—
υἱοὶ Ρασων υἱοὶ Νεκωδα υἱοὶ Γαζεμ
—
υἱοὶ Ουσα υἱοὶ Φαση υἱοὶ Βασι
—
υἱοὶ Ασενα υἱοὶ Μαωνιμ υἱοὶ Ναφισων
—
υἱοὶ Βακβουκ υἱοὶ Ακιφα υἱοὶ Αρουρ
—
υἱοὶ Βασαλωθ υἱοὶ Μαουδα υἱοὶ Αρησα
—
υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θεμα
—
υἱοὶ Νασουε υἱοὶ Ατουφα
—
υἱοὶ Αβδησελμα υἱοὶ Σατι υἱοὶ Ασεφηραθ υἱοὶ Φαδουρα
—
υἱοὶ Ιεηλα υἱοὶ Δαρκων υἱοὶ Γεδηλ
—
υἱοὶ Σαφατια υἱοὶ Ατιλ υἱοὶ Φαχεραθ—ασεβωιν υἱοὶ Ημι
—
πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο
—
καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ Θελαρησα Χαρουβ Ηδαν Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν
—
υἱοὶ Δαλαια υἱοὶ Βουα υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι πεντήκοντα δύο
—
καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Χαβια υἱοὶ Ακους υἱοὶ Βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν
—
οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ καὶ οὐχ εὑρέθησαν καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
—
καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις
—
πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
—
χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι
—
ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε
—
κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
—
καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ
—
ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν
—
καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν
—