Parallel
2 Corinthians 6
Robinson-Pierpont Byzantine Textform · Berean Standard Bible
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς-
As God’s fellow workers, then, we urge you not to receive God’s grace in vain.
λέγει γάρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδού, νῦν ἡμέρα σωτηρίας-
For He says: “In the time of favor I heard you (note: Isaiah 49:8 (see also LXX)), and in the day of salvation I helped you.” Behold, now is the time of favor; now is the day of salvation!
μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία·
We put no obstacle in anyone’s way, so that no one can discredit our ministry.
ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
Rather, as servants of God we commend ourselves in every way: in great endurance; in troubles, hardships, and calamities;
ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις,
in beatings, imprisonments, and riots; in labor, sleepless nights, and hunger;
ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,
in purity, knowledge, patience, and kindness; in the Holy Spirit and in sincere love;
ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,
in truthful speech and in the power of God; with the weapons of righteousness in the right hand and in the left;
διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς·
through glory and dishonor, slander and praise; viewed as imposters, yet genuine;
ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες, καὶ ἰδού, ζῶμεν· ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι·
unknown, yet well-known; dying, and yet we live on; punished, yet not killed;
ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
sorrowful, yet always rejoicing; poor, yet making many rich; having nothing, and yet possessing everything.
Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται.
We have spoken freely to you, Corinthians. Our hearts are open wide.
Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.
It is not our affection, but yours, that is restrained.
Τὴν δὲ αὐτὴν ἀντιμισθίαν- ὡς τέκνοις λέγω- πλατύνθητε καὶ ὑμεῖς.
As a fair exchange—I speak as to my children—open wide your hearts also.
Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;
Do not be unequally yoked with unbelievers. For what partnership can righteousness have with wickedness? Or what fellowship does light have with darkness?
Τίς δὲ συμφώνησις χριστῷ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
What harmony is there between Christ and Belial (note: Scrivener’s TR and PT; many Greek sources Beliar)? Or what does a believer have in common with an unbeliever?
Τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
What agreement can exist between the temple of God and idols? For we are the temple of the living God. As God has said: “I will dwell with them and walk among them, and I will be their God, and they will be My people (note: Leviticus 26:12; Jeremiah 32:38; Ezekiel 37:27).”
Διό, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς,
“Therefore come out from among them and be separate, says the Lord. Touch no unclean thing, and I will receive you (note: Isaiah 52:11; see also Ezekiel 20:34, including LXX.).”
καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.
And: “I will be a Father to you, and you will be My sons and daughters, says the Lord Almighty (note: See 2 Samuel 7:14.).”