Skip to content

Parallel

1 Samuel 12

Rahlfs Septuagint (1935) · Berean Standard Bible

καὶ εἶπεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ᾿ ὑμᾶς βασιλέα
Then Samuel said to all Israel, “I have listened to your voice in all that you have said to me, and I have set over you a king.
καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης
Now here is the king walking before you, and I am old and gray, and my sons are here with you. I have walked before you from my youth until this day.
ἰδοὺ ἐγώ ἀποκρίθητε κατ᾿ ἐμοῦ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα ἀποκρίθητε κατ᾿ ἐμοῦ καὶ ἀποδώσω ὑμῖν
Here I am. Bear witness against me before the LORD and before His anointed: Whose ox or donkey have I taken? Whom have I cheated or oppressed? From whose hand have I accepted a bribe and closed my eyes? Tell me, and I will restore it to you.”
καὶ εἶπαν πρὸς Σαμουηλ οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν
“You have not cheated us or oppressed us,” they replied, “nor have you taken anything from the hand of man.”
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν καὶ εἶπαν μάρτυς
Samuel said to them, “The LORD is a witness against you, and His anointed is a witness today, that you have not found anything in my hand.” “He is a witness,” they replied.
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ααρων ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου
Then Samuel said to the people, “The LORD is the One who (note: Hebrew; LXX The LORD is the witness who) appointed Moses and Aaron, and who brought your fathers up out of the land of Egypt.
καὶ νῦν κατάστητε καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν
Now present yourselves, so that I may confront you before the LORD with all the righteous acts He has done for you and your fathers.
ὡς εἰσῆλθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς κύριον καὶ ἀπέστειλεν κύριος τὸν Μωυσῆν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ
When Jacob went to Egypt (note: Hebrew; LXX includes and the Egyptians oppressed them), your fathers cried out to the LORD, and He sent them Moses and Aaron, who brought your fathers out of Egypt and settled them in this place.
καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωαβ καὶ ἐπολέμησαν ἐν αὐτοῖς
But they forgot the LORD their God, and He sold them into the hand of Sisera the commander of the army of Hazor (note: LXX the army of Jabin king of Hazor), and into the hands of the Philistines and the king of Moab, who fought against them.
καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ἡμάρτομεν ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν καὶ δουλεύσομέν σοι
Then they cried out to the LORD and said, ‘We have sinned, for we have forsaken the LORD and served the Baals and Ashtoreths. Now deliver us from the hands of our enemies, that we may serve You.’
καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν καὶ κατῳκεῖτε πεποιθότες
So the LORD sent Jerubbaal (note: Jerubbaal is another name for Gideon and probably means let Baal contend; see Judges 6:32.), Barak (note: LXX and Syriac; Hebrew Bedan), Jephthah, and Samuel (note: LXX and Syriac Samson), and He delivered you from the hands of your enemies on every side, and you dwelt securely.
καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱῶν Αμμων ἦλθεν ἐφ᾿ ὑμᾶς καὶ εἴπατε οὐχί ἀλλ᾿ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ᾿ ἡμῶν καὶ κύριος ὁ θεὸς ἡμῶν βασιλεὺς ἡμῶν
But when you saw that Nahash king of the Ammonites was moving against you, you said to me, ‘No, we must have a king to rule over us’—even though the LORD your God was your king.
καὶ νῦν ἰδοὺ ὁ βασιλεύς ὃν ἐξελέξασθε καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ᾿ ὑμᾶς βασιλέα
Now here is the king you have chosen, the one you requested. Behold, the LORD has placed a king over you.
ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ᾿ ὑμῶν ὀπίσω κυρίου πορευόμενοι
If you fear the LORD and serve Him and obey His voice, and if you do not rebel against the command of the LORD, and if both you and the king who rules over you follow the LORD your God, then all will be well.
ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν
But if you disobey the LORD and rebel against His command, then the hand of the LORD will be against you as it was against your fathers.
καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν
Now, therefore, present yourselves and see this great thing that the LORD will do before your eyes.
οὐχὶ θερισμὸς πυρῶν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα
Is it not the wheat harvest today? I will call on the LORD to send thunder and rain, so that you will know and see what a great evil you have committed in the sight of the LORD by asking for a king.”
καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουηλ
So Samuel called to the LORD, and on that day the LORD sent thunder and rain. As a result, all the people greatly feared the LORD and Samuel.
καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα
They pleaded with Samuel, “Pray to the LORD your God for your servants so that we will not die! For we have added to all our sins the evil of asking for a king.”
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μὴ φοβεῖσθε ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν
“Do not be afraid,” Samuel replied. “Even though you have committed all this evil, do not turn aside from following the LORD, but serve the LORD with all your heart.
καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται ὅτι οὐθέν εἰσιν
Do not turn aside after worthless things that cannot profit you or deliver you, for they are empty.
ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόν
Indeed, for the sake of His great name, the LORD will not abandon His people, because He was pleased to make you His own.
καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν καὶ δουλεύσω τῷ κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν
As for me, far be it from me that I should sin against the LORD by ceasing to pray for you. And I will continue to teach you the good and right way.
πλὴν φοβεῖσθε τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ᾿ ὑμῶν
Above all, fear the LORD and serve Him faithfully with all your heart; consider what great things He has done for you.
καὶ ἐὰν κακίᾳ κακοποιήσητε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε
But if you persist in doing evil, both you and your king will be swept away.”