Parallel
1 Maccabees 6
Swete's Septuagint · Berean Standard Bible
Καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας, καὶ ἤκουσεν ὅτι ἐστὶν ἐν Ἐλύμοις ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ, ἀργυρίῳ, καὶ χρυσίῳ·
—
καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ, καὶ θώρακες καὶ ὅπλα, ἃ κατέλειπεν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ὁ βασιλεὺς ὁ Μακεδών, ὃς ἐβασίλευσεν τοῖς Ἕλλησι πρῶτος.
—
καὶ ἦλθεν καὶ ἐζήτει καταλαβεῖν τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν, καὶ οὐκ ἠδυνάσθη, ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως.
—
καὶ ἀνέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔφυγεν καὶ ἀπῆλθεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλῶνα.
—
καὶ ἦλθεν ἀπαγγέλλων τις αὐτῷ εἰς τὴν Περσίδα, ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν Ἰούδα·
—
καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἀνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν ὧν ἐξέκοψαν·.
—
καὶ καθεῖλαν τὸ βδέλυγμα ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ἰερουσαλήμ, καὶ τὸ ἁγίασμ καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς, καὶ τὴν Βεθσουρὰ πόλιν αὐτοῦ.
—
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους, ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα· καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην. καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο.
—
καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπʼ αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνήσκει.
—
καὶ ἐκάλεσεν πάντας τοὺς φίλους αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτοὺς Ἀφίσταται ἀπὸ τῶν ὀφθαλμῶν μου ὁ ὕπνος, καὶ συνπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης.
—
καὶ εἶπα τῇ καρδίᾳ Ἕως τίνος θλίψεως ἦλθον καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι ; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου.
—
νῦν δέ μνήσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν Ἰερουσαλήμ· καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ, καὶ ἐξαπέστειλα τοῦ ἐξᾶραι τοὺς κατοικοῦντας Ἰούδα διὰ κενῆς.
—
καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ.
—
καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον, τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν.
—
καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησεν βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ ὃν ἐξέθρεψεν νεώτερον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ, Εὐπάτωρ.
—
Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ἰσραὴλ κύκλῳ τῶν ἁγίων, καὶ ζητοῦντες κακὰ δι᾿ ὅλου καὶ στήρισμα τοῖς ἔθνεσιν.
—
καὶ ἐλογίσατο Ἰούδας ἐξᾶραι αὐτούς· καὶ ἐξεκκλησίασεν πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπʼ αὐτοὺς
—
καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπαν Ἕως πότε οὐ ποιήσεις κρίσιν, καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν ;
—
ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου, καὶ πορεύεσθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ·
—
ὅτι οἱ τοῦ λαοῦ ἡμῶν χάριν τούτου ἠλλοτριοῦντο ἀφʼ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἀφʼ ἡμῶν ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο.
—
καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ἰερουσαλήμ, τοῦ καταλαβέσθαι αὐτὴν καὶ τὸ ἁγίασμα, καὶ τὴν Βεθσούραν ὀχύρωσαν.
—
καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσιν, καὶ οὐ δυνήσει τοῦ κατασχεῖν αὐτῶν.
—
Καὶ ὠργίσθη ὁ βασιλεύς, ὅτε ἤκουσεν· καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ, ἄρχοντας δυνάμεως αὐτοῦ, καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν·
—
καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν, καὶ εἴκοσι χιλιάδες τῶν ἵππων, καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον.
—
καὶ ἤλθοσᾳν διὰ τῆς Ἰδουμαίας, καὶ παρενεβάλοσαν ἐπὶ Βεθσουρά, καὶ ἐπολέμησαν ἐπὶ ἡμέρας πολλάς, καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθαν καὶ ἐνεπύρισαν αὐτοὺς ἐν πυρί, καὶ ἐπολέμησαν ἀνδρωδῶς.
—
καὶ ἀπῆρεν Ἰούδας ἀπὸ τῆς ἄκρας. καὶ παρενέβαλεν εἰς Βεθζαχαριά, ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως.
—
καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωί, καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βεθζαχαριά, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν.
—
καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάραγγας. καὶ παρέστησαν ἐφʼ ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδαωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη.
—
οὗτοι πρὸ καιροῦ, οὗ ἂν ᾖ τὸ θηρίον, ἦσαν· καὶ οὗ ἂν ἐπορεύετο, ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἐπʼ αὐτοῦ.
—
καὶ πύργοι ξύλινοι ἐπʼ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι, ἐφʼ ἑκάστου θηρίου, ἐζωσμένοι ἐπʼ αὐτοὺς μηχαναῖς· καὶ ἐφʼ ἑκάστου ἄνδρες δύο καὶ τριάκοντα οἱ πολεμοῦντες ἐπʼ αὐτούς, καὶ ὁ Ἰνδὸς αὐτοῦ.
—
καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάλαγξιν.
—
ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς ἀσπίδας, ἔστιλβεν τὰ ὄρη ἀπʼ αὐτῶν, καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός.
—
καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη, καί τινες ἐπὶ τὰ ταπεινά· καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως.
—
καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπσορίας τοῦ πλήθους καὶ συνκρουσμοὺς τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά.
—
καὶ ἤγγισεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσαν ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες.
—
καὶ εἶδεν Ἐλεαζὰρ ὁ Σαυαρὰν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ὤφθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς.
—
καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος, καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα, καὶ ἐσχίζοντο ἀπʼ αὐτοῦ ἔνθα καὶ ἔνθα.
—
καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα, καὶ ὑπέθηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ
—
Καὶ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβεννον εἰς συνάντησιν αὐτῶν εἰς Ἰερουσαλήμ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὸ ὄρος Σιών.
—
καὶ ἐποίησεν μετὰ τῶν ἐκ Βεθσούρων· καὶ ἐξῆλθεν ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συνκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῆ.
—
καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλάς, καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας.
—
βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἁγίοις, διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασωζόμενοι εἰς τὴν Ἰουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλιμμα τῆς παραθέσεως·
—
καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός· καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
—
Καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν,
—
ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας, καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι τοῦ βασιλέως μετʼ αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων.
—
καὶ κατέσπευδον καὶ ἐπενύσσοντο τοῦ ἀπελθεῖν· καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας Ἐκλείπομεν καθʼ ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος, οὗ παρεμβάλλομεν, ἐστὶν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας.
—
νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις, καὶ ποιήσωμεν μετʼ αὐτῶν εἰρήνην, καὶ μετὰ παντὸς ἔθνους αὐτῶν·
—
καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα.
—
καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο.
—
καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ ὄρος Σιών, καὶ ἴδεν τὸ ὀχύρωμα τοῦ τόπου· καὶ ἠθέτησεν τὸν ὁρκισμὸν ὃν ὤμοσεν, καὶ ἐνετείλατο καὶ καθεῖλεν τὸ τεῖχος κυκλόθεν.
—
καὶ ἀπῆραν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιοχίαν, καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως, καὶ ἐπολέμησεν πρὸς αὐτόν, καὶ κατελάβετο τὴν πόλιν βίᾳ.
—