Parallel
1 Esdras 5
Swete's Septuagint · Berean Standard Bible
Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν, καὶ αἰ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν, καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν.
—
καὶ Δαρεῖος συναπέστειλεν μετʼ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἰερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ αὐλῶν.
—
Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.
—
οἱ ἱερεῖς υἱοὶ Φινεές υἱοὶ Ἀαρών, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου, καὶ Ἰωακεὶμ ὁ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυείδ, ἐκ τῆς γενεᾶς Φάρες, φυλῆς δὲ Ἰούδα,
—
ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περκῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν τοῦ πρώτου μηνός.
—
εἰσὶν δὲ οὗτοι οἱ ἐκ τῆς Ἰουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετοίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα,
—
καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ (8)καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ῥησαίου, Ἐνήνιος. Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Βορολείου, Ῥοείμου, Βαανά, τῶν προηγουμένων αὐτῶν.
—
υἱοὶ Ἰωλάμου, δύο· υἱοὶ Ζατόν, ἐννακόσιοι ἑβδομήκοντα· υἱοὶ Χορβέ, ἑπτακόσιοι πέντε· υἱοὶ Βανεί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ·
—
υἱοὶ Ἀδωνεικάμ, τριάκοντα ἑπτά· υἱοὶ Βοσαί, δισχίλιοι ἐξακόσιοι ἕξ· υἱοὶ Ἀδειλίου, τετρακόσιοι πεντήκοντα τέσσαρες·
—
υἱοὶ Ἀζὴρ Ἐζεκίου, υἱοὶ Κειλὰν καὶ Ἀζητάς, ἐξήκοντα ἑπτά· υἱοὶ Ἀζάρου, τετρακόσιοι τριάκοντα δύο·
—
οἱ ἐκ Νετέβας, πεντήκοντα πέντε· οἱ ἐξ Ἐνάτου, ἑκατὸν πεντήκοντα ὀκτώ· οἱ ἐκ Βαιτασμῶν Ζαμμώθ·
—
οἱ Καδιάσαι καὶ Ἁμμίδιοι, τετρακόσιοι εἴκοσι δύο· οἱ ἐκ Κειράμας Κάββης, ἑξακόσιοι εἵκοσι εἷς·
—
οἱ ἐκ Μακαλῶν, ἑκατὸν εἴκοσι δύο· οἱ ἐκ Βετολιώ, πεντήκοντα δύοΝειφεῖς, ἑκατὸν πεντήκοντα ἕξ·
—
υἱοὶ Καλαμωκάλου καὶ Ὠνοῦς, ἑπτακόσιοι εἵκοσι πέντε· (²³)υἱοὶ Ἰερέχου, διακόσιοι τεσσεράκοντα πέντε·
—
οἱ ἱερεῖς (24)οἱ υοὶ Ἰέδδου τοῦ υἱοῦ Ἰησοῦ, εἰς τοὺς υἱοὺς Σαναβείς, ὀκτακόσιοι ἑβδομήκοντα δύο· υἱοὶ Ερμήρου, διακόσιοι πεντήκοντα δύο·
—
οἱ θυρωροί, τετρακόσιοι· οἱ Ἰσμαήλου, υἱοὶ Λακουβάτου, χίλιοι· υἱοὶ Τωβείς, πάντες ἑκατὸν τριάκοντα ἐννέα·
—
οἱ ἱερόδουλοι, υἱοὶ Ἠσαύ, υἱοὶ Γασειφά, υἱοὶ Γαβαώθ, υἱοὶ Κηράς. υἱοὶ Σουά, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανά,
—
υἱοὶ Ἀκούδ, υἱοὶ Οὐτά, υἱοὶ Κητάβ, υἱοὶ Ἁκκαβά, υἱοὶ Συβαεί, υἱοὶ Ἀνάν, υἱοὶ Κουά, υἱοὶ Κεδδούρ,
—
υἱοὶ Ἰαείρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ Ὀζείου, υἱοὶ Φινόε, υἱοὶ Ἀσαρά, υἱοὶ Βασθαί, υἱοὶ Ἀσσανά, υἱοὶ Μανεί, υἱοὶ Ναφεισεί, υἱοὶ Ἀκούφ, υἱοὶ Ἀχειβά, υἱοὶ Ἀσούρ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ,
—
υἱοὶ παίδων Σαλωμών, υἱοὶ Ἁσσαφείωθ, υἱοὶ Φαρειδά, υἱοὶ Ἰειηλεί, υἱοὶ Λοζών, υἱοὶ Ἰσδαήλ, υἱοὶ Σαφυεί,
—
υἱοὶ Ἁγιά, υἱοὶ Φακαρὲθ Σαβειή, υἱοὶ Σαρωθεί, υἱοὶ Μεισαιάς, υἱοὶ Γάς, υἱοὶ Ἀδδούς, υἱοὶ Σουβάς, υἱοὶ Ἀφερρά, υἱοὶ Βαρωδείς, υἱοὶ Σαφάγ, υἱοὶ Ἀλλών·
—
καὶ οὐκ ἠ ναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ Ἰσραήλ εἰσιν· υἱοὶ Ἀσὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδάν, ἑξακόσιοι πεντήκοντα δύο,
—
καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱεραωσύνης, καὶ οὐχ εὑρέθησαν· υρὶ Ὁββειά, υἱοὶ Ἀκβώς, υἱοὶ Ἰαδδοὺς τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, (39)καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ.
—
καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν.
—
καὶ εἶπεν αὐτοῖς Ναιμίας καὶ Ἀτθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.
—
Οἱ δὲ πάντες ἤσαν Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἕξήκοντα. (42)Παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· ψάλται καὶ ψαλτῳδοί, διακόσιοι τεσσεράκοντα πέντε.
—
κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσεράκοντα πέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε.
—
Καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ἰερουσαλὴμ εδξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν,
—
καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν.
—
καὶ κατοικίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἰερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν.
—
Ἐνστάντος δέ τοῦ ἑβδόμου μηνός, καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῆ ἀνατολῇ.
—
προσενέγκαι ἐπʼ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις.
—
καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς καὶ κατωρθώθησαν ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν· ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς· κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς· καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα Κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινόν.
—
καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτὴν ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθʼ ἡμέραν, ὡς προσῆκον ἦν·
—
καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ, καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων.
—
καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ θεῷ ἀπὸ τῆς νουμηνίας τοῦ πρώτου μηνός, ἤρξατο προσφέρειν θυσίας τῷ θεῷ, καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο.
—
καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι, καὶ ποτὰ καὶ βρωτὰ καὶ χάρα τοῖς Σειδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν Ἰόππης λιμένα, καὶ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως.
—
καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰς Ἰερουσαλὴμ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευεῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ἰερουσαλήμ,
—
καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐν τῷ ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ Ἰερουσαλήμ.
—
καὶ ἔστησαν τοὺς Λευείτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου· καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοί, καὶ ὁ Δαμαδιὴλ ὁ ἀδελφός, καὶ οἱ υἱοὶ Ἰησοῦ Ἠμαδαβούν, καὶ οἱ υἱοὶ Ἰούδα τοῦ Εἰλιαδοὺν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευεῖται ὁμοθυμαδὸν ἐργοδιῶκται, ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ κυρίου· καὶ οἰκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου.
—
Καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων, καὶ οἱ Λευεῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα (60)ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυεὶδ βασιλέα τοῦ Ἰσραήλ·
—
καὶ ἐφώνησαν δι᾿ ὕμνων εὐλογοῦντες τῷ κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ἰσραήλ.
—
καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ, ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου.
—
καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευειτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι ἑωρακότες τὸν πρὸ τοῦ οἶκον(64)πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου,
—
ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.
—
Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων,
—
καὶ προσελθόντες τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς Συνοικοδομήσομεν ὑμῖν·
—
ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν, καὶ αὐτῷ ἐπιθύσομεν ἀπὸ ἡμερῶν Ἀσβακαφὰθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα.
—
καὶ εἶπεν αὐτοῖς Ζοροβαβὲλ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραήλ (⁷¹)Οὐχ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ θεῷ ἡμῶν·
—
ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ἰσραήλ, ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν.
—
καὶ βουλὰς καὶ δημαγογοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου· καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.
—
καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ θεοῦ Ἰσραήλ,
—