Skip to content

Parallel

1 Esdras 3

Swete's Septuagint · Berean Standard Bible

3:1
Καὶ βασιλεὺς Δαρεῖος ἐποίησεν δοχὴν μεγάλην πᾶσιν τοῖς ὑπʼ αὐτόν, καὶ πᾶσιν τοῖς οἰκογενέσιν αὐτοῦ, καὶ πᾶσιν τοῖς μεγιστᾶσιν τῆς Μηδείας καὶ τῆς Περσίδος,
—
3:2
καὶ πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπʼ αὐτὸν ἀπὸ τῆς Ἰνδικῆς μέχρι Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις.
—
3:3
καὶ ἐφάγοσαν καὶ ἐπίοσαν, καὶ ἐμπλησθέντες ἀνέλυσαν· ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα καὶ ἐκοιμήθη, καὶ ἔξυπνος ἐγένετο.
—
3:4
τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες, οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως, εἶπαν ἕτερος πρὸς τὸν ἕτερον
—
3:5
Εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον ὃς ὑπερισχύσει· καὶ οὗ ἂν φανῇ τὸ ῥῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέ. ρου, δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα,
—
3:6
καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασιν πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον,
—
3:7
καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ, καὶ συγγενὴς Δαρείου κληθήσεται.
—
3:8
καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως, (9)καὶ εἶπαν
—
3:9
Ὅταν ἐγερθῇ ὁ βασιλεύς, δώσουσιν αὐτῷ τὸ γράμμα· καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος ὅτι οὗ ὁ λόγος αὐτοῦ σοφώτερος, αὐτῷ δοθήσεται τὸ νῖκος, καθὼς γέγραπται.
—
ὁ εἷς ἔγραψεν Ὑπερισχύει ὁ οἶνος.
—
ὁ ἕτερος ἔγραψεν Ὑπερισχύει ὁ βασιλεύς.
—
ὁ τρίτος ἔγραψεν Ὑπερισχύουσιν αἱ γυναῖκες, ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια.
—
καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεύς, λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ, καὶ ἀνέγνω.
—
καὶ ἐξαποστείλας ἐκάλεσεν πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδείας καὶ σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους, (¹⁵)καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ, καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν.
—
καὶ εἶπεν Καλέσατε τοὺς νεανίσκους, καὶ αὐτοὶ δηλώσουσιν τοὺς λόγους αὐτῶν· καὶ ἐκλήθησαν, καὶ εἰσήλθοσαν.
—
καὶ εἶπαν αὐτοῖς Ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων. Καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου. (18)καὶ ἔφη οὕτως
—
Ἄνδρες, ῶς ὑπερισχύει ὁ οἶνος. πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ τὴν διάνοιαν,
—
τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τὴν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τὴν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου·
—
καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην, καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα·
—
καὶ πάσας καρδίας ποιεῖ πλουσίας, καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην· καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν,
—
καὶ οὐ μέμνηται ὅταν πίνωσιν φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετʼ οὐ πολὺ σ πῶνται μαχαιρας·
—
καὶ ὅταν ἀπὸ τοῦ οἴνου ἐγερθῶσιν, οὐ μέμνηται ἃ ἔπραξαν.
—
ὦ ἄνδρες. οὐχ ὑπερισχύει ὁ οἶνος ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕταως εἴπας.
—