Skip to content

Parallel

1 Corinthians 3

Nestle 1904 Greek New Testament · Berean Standard Bible

3:1
Κἀγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις ὡς νηπίοις ἐν Χριστῷ
Brothers, I could not address you as spiritual, but as worldly—as infants in Christ.
3:2
γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα οὔπω γὰρ ἐδύνασθε Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε
I gave you milk, not solid food, for you were not yet ready for solid food. In fact, you are still not ready,
3:3
ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε
for you are still worldly. For since there is jealousy and dissension among you, are you not worldly? Are you not walking in the way of man?
3:4
ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ Ἐγὼ Ἀπολλῶ οὐκ ἄνθρωποί ἐστε
For when one of you says, “I follow Paul,” and another, “I follow Apollos,” are you not mere men?
3:5
Τί οὖν ἐστιν Ἀπολλῶς τί δέ ἐστιν Παῦλος διάκονοι δι’ ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν
What then is Apollos? And what is Paul? They are servants through whom you believed, as the Lord has assigned to each his role.
3:6
ἐγὼ ἐφύτευσα Ἀπολλῶς ἐπότισεν ἀλλὰ ὁ Θεὸς ηὔξανεν
I planted the seed and Apollos watered it, but God made it grow.
3:7
ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ’ ὁ αὐξάνων Θεός
So neither he who plants nor he who waters is anything, but only God, who makes things grow.
3:8
ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον
He who plants and he who waters are one in purpose, and each will be rewarded according to his own labor.
3:9
Θεοῦ γάρ ἐσμεν συνεργοί Θεοῦ γεώργιον Θεοῦ οἰκοδομή ἐστε
For we are God’s fellow workers; you are God’s field, God’s building.
Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ
By the grace God has given me, I laid a foundation as an expert builder, and someone else is building on it. But each one must be careful how he builds.
θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός
For no one can lay a foundation other than the one already laid, which is Jesus Christ.
Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην
If anyone builds on this foundation using gold, silver, precious stones, wood, hay, or straw,
ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει
his workmanship will be evident, because the Day will bring it to light. It will be revealed with fire, and the fire will prove the quality of each man’s work.
εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν μισθὸν λήμψεται
If what he has built survives, he will receive a reward.
εἴ τινος τὸ ἔργον κατακαήσεται ζημιωθήσεται αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός
If it is burned up, he will suffer loss. He himself will be saved, but only as if through the flames.
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ
Do you not know that you yourselves are God’s temple, and that God’s Spirit dwells in (note: Or among) you?
εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει φθερεῖ τοῦτον ὁ Θεός ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς
If anyone destroys God’s temple, God will destroy him; for God’s temple is holy, and you are that temple.
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται σοφός
Let no one deceive himself. If any of you thinks he is wise in this age, he should become a fool, so that he may become wise.
ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν γέγραπται γάρ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν
For the wisdom of this world is foolishness in God’s sight. As it is written: “He catches the wise in their craftiness (note: Job 5:13).”
καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι
And again, “The Lord knows that the thoughts of the wise are futile (note: Psalm 94:11).”
Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις πάντα γὰρ ὑμῶν ἐστιν
Therefore, stop boasting in men. All things are yours,
εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα πάντα ὑμῶν
whether Paul or Apollos or Cephas (note: That is, Peter) or the world or life or death or the present or the future. All of them belong to you,
ὑμεῖς δὲ Χριστοῦ Χριστὸς δὲ Θεοῦ
and you belong to Christ, and Christ belongs to God.