Καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ Οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν
¶Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, “Οὐαὶ, οὐαὶ, οὐαὶ, τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν!” SR, WH και ειδο και ηκουσα αετου πετομενου μεσουρανηματι λεγοντοσ φωνη μεγαλη ουαι ουαι ουαι τουσ κατοικουντασ επι τησ γησ εκ των λοιπων φωνων τησ σαλπιγγοσ των τριων αγγελων των μελλοντων σαλπιζειν ℵ ; και ιδον και ηκουσα ενοσ αετου πετομενου εν μεσουρανηματι λεγοντοσ φωνη μεγαλη ουαι ουαι ουαι τοισ κατοικουσιν επι τησ γησ εκ των λοιπων φωνω τησ σαλπιγγοσ των τριων αγγελω των μελλοντων σαλπιζειν A ; και ειδον και ηκουσα +ενοσ αετου πετομενου εν μεσουρανηματι λεγοντοσ φωνη μεγαλη ουαι ουαι ουαι τουσ κατοικουντασ επι τησ γησ εκ των λοιπων φωνων τησ σαλπιγγοσ των $γ αγγελων των μελλοντων σαλπιζειν P115 ; Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετωμένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, Οὐαὶ, οὐαὶ, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων, τῶν μελλόντων σαλπίζειν! KJTR, ST ; ¶Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν. RP (substitution)