1 Μετὰ ταῦτα εἶδον καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ λέγων Ἀνάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα
¶Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ, θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ λέγων, “Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.” SR, WH μετα ταυτα ιδον ϗ ιδου θυρα ηνεωγμενη εν τω ουνω και ιδου η φωνη η πρωτη ην ηκουσα ωσ σαλπιγγοσ λαλουσαν μετ εμου λεγων αναβα ωδε και διξω σοι α δι γενεσθαι μετα ταυτα ℵ ; μετα \ταυτα ιδον και ιδου θυρα ανεωγμενη εν τω ουρανω και η φωνη η πρωτη ην ηκουσα ωσ σαλπιγγοσ λαλουσησ μετ εμου λεγων αναβα ωδε και δειξω σοι α δει γενεσθαι μετα ταυτα 0169 ; μετα ταυτα ιδον και ιδου θυρα ηνεωγμενη εν τω ουνω και η φωνη η πρωτη ην ηκουσα ωσ σαλπιγγοσ λαλουσησ μετ εμου λεγων αναβηθι ωδε και δειξω σοι οσα δει γενεσθαι μετα ταυτα A ; ¶Μετὰ ταῦτα εἶδον, καὶ, ἰδοὺ, θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ: καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ· λέγουσα, Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. KJTR, ST ; ¶Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ, λέγων, Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. RP (substitution)
2 εὐθέως ἐγενόμην ἐν Πνεύματι καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τὸν θρόνον καθήμενος
Εὐθέως ἐγενόμην ἐν ˚Πνεύματι, καὶ ἰδοὺ, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, SR, WH ευθεωσ εγε|νομην εν πνι και ιδου θρονοσ εκειτο εν τω ουνω και ο επι τον θρονον καθημενοσ ℵ ; ευθεωσ εγενομην εν πνι και ιδου θρονοσ εκειτο εν τω ουνω και επι +τον θρονον καθημενον 0169 ; και ευθεωσ εγενομην εν πνι και ιδου θρονοσ εκειτο εν τω ουνω και επι +τον θρονον καθημενον 0169c ; ευθεωσ εγενομην εν πνι και ιδου θρονοσ εκειτο εν τω ουνω και επι τον θρονον καθημενοσ A ; Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι: καὶ, ἰδοὺ, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος. KJTR, ST ; Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, RP (substitution)
3 καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ
καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ, ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ. SR, WH και ο καθημενοσ ομοιοσ ορασει λιθω ιασπιδι και σαρδιω και ιερεισ κυκλοθεν του θρονου ℵ ; και ο καθημενοσ ομοιοσ ορασει* 0169 ; και ο καθημενοσ επι τον θρονον ομοιοσ ορασει* 0169c ; και ο καθημενοσ ομοιοσ ορασει λιθω ιασπιδι και σαρδιω και ιερεισ κυκλοθεν του θρονου ομοιοσ ορασει σμαραγδινω A ; Καὶ ὁ καθήμενος ἦν ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ: καὶ ἶρις κυκλόθεν τοῦ θρόνου, ὅμοιος ὁράσει σμαραγδίνῳ. KJTR ; ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὁμοίως ὅρασις σμαραγδίνων. RP ; καὶ ὁ καθήμενος ἦν ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι, καὶ σαρδίνῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ. ST (omission)
4 καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσσαρες καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἐν ἱματίοις λευκοῖς καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς
θρονους ] θρονουσ εικοσι τεσσαρεσ και πρεσβυτερουσ καθημενουσ περιβεβλημενουσ εν λευκοισ και επι τασ κεφαλασ αυτων στεφανουσ χρυσεουσ ℵ ; και κυκλοθεν του θρονου θρονουσ εικοσι τεσσαρεσ και επι τουσ εικοσι τεσσαρασ θρονουσ πρεσβυτερουσ καθημενουσ περιβεβλημενουσ ιματιοισ λευκοισ και επι τασ κεφαλασ αυτω στεφανουσ χρυσουσ A ; Καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι καὶ τέσσαρες: καὶ ἐπὶ τοὺς θρόνους εἴδον τοὺς εἴκοσι καὶ τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς· καὶ ἔσχον ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. KJTR, ST ; Καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες· καὶ ἐπὶ τοὺς θρόνους τοὺς εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. RP ; καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. WH (substitution)
εν ] (omit) (addition)
5 Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου ἅ εἰσιν τὰ ἑπτὰ Πνεύματα τοῦ Θεοῦ
Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ, καὶ φωναὶ, καὶ βρονταί. Καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εστιν τὰ ἑπτὰ πνεύματα τοῦ ˚Θεοῦ· SR και εκ του θρονου εκπορευονται αστραπαι και φωναι και βρονται και επτα λαμπαδεσ πυροσ καιομεναι ενωπιον του θρονου ℵ ; και εκ του θρονου εκπορευονται αστραπαι και φωναι και βρονται και επτα λαμπαδεσ πυροσ καιομεναι ενωπιον του θρονου α εστιν τα επτα πνατα του θυ A ; Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ βρονταί καὶ φωναὶ: καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, αἵ εἰσιν τὰ ἑπτὰ Πνεύματα τοῦ Θεοῦ. KJTR ; Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί. Καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου αὐτοῦ, αἵ εἰσιν ἑπτὰ πνεύματα τοῦ θεοῦ· RP ; Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, αἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ. ST ; καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, WH (substitution)
6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν
καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. RP, SR ωσ θαλασσα υαλινη ομοια κρυσταλλω και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων ενπροσθεν και οπισθε ℵ ; και ενωπιον του θρονου ωσ θαλασσα υαλινη ομοια κρυσταλλω και εμ μεσω του θρονου και κυκλω του θρονου τεσσερα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν A ; Καὶ ἐνώπιον τοῦ θρόνου θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ: καὶ ἐν μέσῳ τοῦ θρόνου, καὶ κύκλῳ τοῦ θρόνου, τέσσαρα ζῶα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. KJTR, ST ; καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσερα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· WH (substitution)
7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ
Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ. SR και το ζωον το πρωτον ομοιον λεοντι και το δευτερον ζωον ομοιον μοσχω και το τριτον ζωον εχον το προσωπον ωσ ομοιον ανθρωπω και το τεταρτον ζωον ομοιον αετω πετομενω ℵ ; και το ζωον το πρωτον ομοιον λεοντι και το δευτερον ζωον ομοιον μοσχω και το τριτον ζωον εχων το προσωπον ωσ ανου και το τεταρτον ζωον ομοιον αετω πετομενω A ; Καὶ τὸ ζῶον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῶον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῶον ἔχον τὸ πρόσωπον ὡς ἄνθρωπος, καὶ τὸ τέταρτον ζῶον ὅμοιον ἀετῷ πετομένῳ. KJTR ; Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον πρόσωπον ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ. RP ; καὶ τὸ ζῶον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῶον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῶον ἔχον τὸ πρόσωπον ὡς ἄνθρωπος, καὶ τὸ τέταρτον ζῶον ὅμοιον ἀετῷ πετωμένῳ· ST ; καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ· WH (substitution)
8 καὶ τὰ τέσσαρα ζῷα ἓν καθ’ ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες Ἅγιος ἅγιος ἅγιος Κύριος ὁ Θεός ὁ Παντοκράτωρ ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος
Καὶ τὰ τέσσαρα ζῷα, ἓν καθʼ ἓν αὐτῶν, ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες, “‘Ἅγιος, Ἅγιος, Ἅγιος, ˚Κύριος ὁ ˚Θεός ὁ Παντοκράτωρ’, ὁ ἦν, καὶ ὁ ὢν, καὶ ὁ ἐρχόμενος.” SR και τα τεσσερα ζωα εν εκαστο αυτων ειχον ανα πτερυγασ εξ κυκλοθεν και εσοθεν γεμουσιν οφθαλμω \και αναπαυσιν ουχ εξοσαν ημερασ και νυκτοσ λεγοντεσ αγιοσ αγιοσ αγιοσ αγιοσ αγιοσ αγιοσ αγιοσ αγιοσ κσ θσ παντοκρατωρ ο ην και ο ων και ο ερχομενοσ ℵ ; και τα τεσσερα ζωα εν καθ εν αυτων εχων ανα πτερυγασ εξ κυκλοθεν και εσωθεν γεμουσιν οφθαλμων και αναπαυσιν ουκ εχουσι \ημερασ και νυκτοσ λεγοντεσ αγιοσ αγιοσ αγιοσ κσ ο θσ ο παντοκρατωρ ο ην και ο ων και ο ερχομενοσ A ; Καὶ τέσσαρα ζῶα ἓν καθʼ ἓν αὐτῶν ἔχον ἀνὰ πτέρυγας ἕξ κυκλόθεν· καὶ ἔσωθεν γέμοντα ὀφθαλμῶν: καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς, λέγοντα, Ἅγιος, ἅγιος, ἅγιος, Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ ἦν, καὶ ὁ ὢν, καὶ ὁ ἐρχόμενος. KJTR ; Καὶ τὰ τέσσαρα ζῷα, ἓν καθʼ ἓν ἔχον ἀνὰ πτέρυγας ἓξ κυκλόθεν, καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτός, λέγοντες, Ἅγιος, ἅγιος, ἅγιος, κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. RP ; καὶ τέσσαρα ζῶα, ἓν καθʼ ἑαυτὸ εἴχον ἀνὰ πτέρυγας ἕξ κυκλόθεν, καὶ ἔσωθεν γέμοντα ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς, λέγοντα, Ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. ST ; καὶ τὰ τέσσερα ζῷα, ἓν καθʼ ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες Ἅγιος ἅγιος ἅγιος Κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. WH (substitution)
9 Καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων
τω θρονω ] και οταν δωσωσιν τα ζωα και τιμην και ευχαριστιαν τω καθημενω επι τω θρονω τω ζωντι εισ τουσ αιωνασ των αιωνων αμην ℵ ; και οτα δωσουσιν τα ζωα δοξαν και τιμην και ευχαριστειασ τω καθημενω επι τω θρονω τω ζωντι εισ τουσ αιωνασ των αιωνων A ; Καὶ ὅταν δώσουσιν τὰ ζῶα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, KJTR, WH ; Καὶ ὅταν δῶσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, RP ; καὶ ὅταν δώσουσι τὰ ζῶα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ST (substitution)
10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες
πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες, RP, SR, WH και πεσουνται οι εικοσι τεσσαρεσ πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου και προσκυνησουσιν τω ζωτι εισ τουσ αιωνασ των αιωνων αμη και βαλλουσιν τουσ στεφανουσ αυτω ενωπιον του θρονου εντεσ ℵ ; πεσουνται οι εικοσι τεσσαρεσ πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου και προσκυνησουσιν τω ζωντι εισ τουσ αιωνασ των αιωνων και βαλουσιν τουσ στεφανουσ αυτων ενωπιον του θρονου λεγοντεσ A ; Πεσοῦνται οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνοῦσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες, KJTR ; πεσοῦνται οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνοῦσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· καὶ βάλλουσι τοὺς στεφάνους αὑτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες, ST (substitution)
11 Ἄξιος εἶ ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν ὅτι σὺ ἔκτισας τὰ πάντα καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν
“Ἄξιος εἶ, ὁ ˚Κύριος καὶ ὁ ˚Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν, καὶ ἐκτίσθησαν.” SR, WH αξιοσ ει κε ο κσ και θσ ημω λαβειν την δοξα και τιμην και την δυναμιν οτι συ εκτισασ τα παντα και δια το θελημα σου ησαν και εκτισθησαν ℵ ; αξιοσ ει ο κσ και ο θσ ημων λαβειν την δοξαν και την τιμην και δυναμιν οτι συ εκτισασ τα παντα και δια θεληματι σου ησαν A ; Ἄξιος εἶ, Κύριε, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν: ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἐισὶ καὶ ἐκτίσθησαν. KJTR, ST ; Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, ὁ ἅγιος, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν· ὅτι σὺ ἔκτισας πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν. RP (substitution)