1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι
¶Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. SR, WH ϗ |ειδον ουνον κενο και γην κενην ο γαρ πρωτοσ ουνοσ και η πρωτη γη απηλθαν και η θαλασσα ουκ εστιν ετι ℵ ; και ιδον ουρανον καινον και γην καινη ο γαρ πρωτοσ ουνοσ και η πρωτη γη απηλθαν και την θαλασσαν ουκ ιδο ετι A ; ¶Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν: ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθε· καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. KJTR, ST ; ¶Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. RP (substitution)
2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς
Καὶ τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. RP, SR, WH και την πολιν τη αγιαν ιηλμ κενη ειδον καταβαινουσαν εκ του ουνου απο του θυ ητοιμασμενην ωσ νυμφην κεκοσμημενη τω ανδρι αυτησ ℵ ; και την πολιν την αγιαν ιλημ καινην ιδον καταβαινουσαν εκ του ουνου απο του θυ ητοιμασμενη ωσ νυμφην κεκοσμημενην τω ανδρι αυτησ A ; Καὶ ἐγὼ Ἰωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν, Ἰερουσαλὴμ καινὴν, καταβαίνουσαν ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. KJTR, ST (substitution)
3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης Ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων καὶ σκηνώσει μετ’ αὐτῶν καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται καὶ αὐτὸς ὁ Θεὸς μετ’ αὐτῶν ἔσται αὐτῶν θεός
αυτων θεος ] ϗ φωνη μεγαλη εκ του θρονου λεγουσα ιδου η σκηνη του θυ μετα των ανων και εσκηνωσεν μετ αυτων και αυτοι λαοι αυτου εσονται αυτοσ ο θσ εσται μετ αυτων ℵ ; |και ηκουσα φωνησ +μεγαλησ εκ του θρονου λεγουσησ ιδου η σκηνη του θυ μετα των ανων και σκηνωσει μετ αυτων και αυτοι λαοι αυτου εσονται και αυτοσ ο θσ μετ αυτων +εσται αυτων θσ A ; Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης, Ἰδοὺ, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς ἔσται μετʼ αὐτῶν, Θεός αὐτῶν. KJTR, ST ; Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ, λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς ἔσται μετʼ αὐτῶν· RP ; καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς μετʼ αὐτῶν ἔσται, WH (substitution)
4 καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι ὅτι τὰ πρῶτα ἀπῆλθαν
οτι ] και εξαλιψει παν δρακυ εκ των οφθαλμων αυτων και ο θανατοσ ουκ εσται ετι ουτε κραυγη ουτε πενθοσ ουκ εσται ετι τα προβατα απηλθεν ℵ ; και εξαλιψει παν δρακυ εκ των οφθαλμων αυτων και ο θανατοσ ουκ εσται ετι ουτε κραυγη ουτε πενθοσ ουκ εσται οτι τα προβατα απηλθεν ℵc ; και εξαλιψει ο θσ παν δακρυον εκ των οφθαλμων αυτων και ο θανατοσ ουκ εσται ετι ουτε πενθοσ ουτε κραυγη ουτε πονοσ ουκ εσται ετι τα πρωτα απηλθαν A ; Καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος, οὔτε κραυγὴ, οὔτε πόνος οὐκ ἔσται ἔτι: ὅτι τὰ πρῶτα ἀπῆλθον. KJTR, ST ; καὶ ἐξαλείψει πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον. RP (substitution)
5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ Ἰδοὺ καινὰ ποιῶ πάντα καὶ λέγει Γράψον ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν
¶Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ, “Ἰδοὺ, καινὰ ποιῶ πάντα.” Καὶ λέγει μοι, “Γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν.” SR και ειπεν ο καθημενοσ επι τω θρονω ιδου κενα ποιω παντα ϗ λεγει μοι γραψον οτι ουτοι οι λογοι πιστοι και αληθινοι εισιν ℵ ; και ειπεν ο καθημενοσ επι τω θρονω και ιδου καινα ποιω παντα και λεγι γραψον οτι ουτοι οι λογοι πιστοι και αληθεινοι εισιν A ; και ειπεν ο καθημενοσ επι τω θρονω και ιδου καινα ποιω παντα και λεγει γραψον οτι ουτοι οι λογοι πιστοι και αληθεινοι εισιν Ac ; Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, Ἰδοὺ, καινὰ ποιῶ πάντα. Καὶ λέγει μοι, Γράψον: ὅτι οὗτοι οἱ λόγοι ἀληθινοί καὶ πιστοὶ εἰσιν. KJTR ; Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ, Ἰδού, πάντα καινὰ ποιῶ. Καὶ λέγει μοι, Γράψον· ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοί εἰσιν. RP ; Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, Ἰδοὺ καινὰ πάντα ποιῶ. Καὶ λέγει μοι, Γράψον, ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοί εἰσι. ST ; καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ Ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει Γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν. WH (substitution)
6 καὶ εἶπέν μοι Γέγοναν ἐγὼ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ ἡ ἀρχὴ καὶ τὸ τέλος ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν
ειμι ] και λεγει μοι γεγονα εγω το αλφα και το ω η αρχη και το τελοσ εγω τω διψωντι δωσω εκ τησ πηγησ του υδατοσ τησ ζωησ δωρεασ ℵ ; και ειπεν μοι γεγοναν εγω ειμι το αλφα και το ω η αρχη και το τελοσ εγω τω διψωντι δωσω εκ του υδατοσ τησ ζωησ δωρεαν A ; Καὶ εἶπέν μοι, Γέγονε. Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. Ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. KJTR ; Καὶ εἶπέν μοι, Γέγονα· τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. Ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. RP ; Καὶ εἶπέ μοι, Γέγονε. ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. ST (substitution)
7 ὁ νικῶν κληρονομήσει ταῦτα καὶ ἔσομαι αὐτῷ Θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός
Ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεός, καὶ αὐτὸς ἔσται μοι υἱός. RP, SR, WH ο νικω κληρονομησι ταυτα και εσομαι αυτω θσ και αυτοσ εσται |μου υσ ℵ ; ο νικων κληρονομησει ταυτα και εσομαι αυτων θσ και εσται μοι υσ A ; Ὁ νικῶν κληρονομήσει πάντα· καὶ ἔσομαι αὐτῷ Θεὸς, καὶ αὐτὸς ἔσται μοι υἱός. KJTR ; Ὁ νικῶν κληρονομήσει πάντα, καὶ ἔσομαι αὐτῷ Θεὸς, καὶ αὐτὸς ἔσται μοι ὁ υἱός. ST (substitution)
8 Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος
Τοῖς δὲ δειλοῖς, καὶ ἀπίστοις, καὶ ἐβδελυγμένοις, καὶ φονεῦσι, καὶ πόρνοις, καὶ φαρμάκοις, καὶ εἰδωλολάτραις, καὶ πᾶσι τοῖς ψευδέσιν, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.” SR, WH τοισ δε ωσ διλοισ και απιστοισ και εβδελυγμενοισ και πφονευσει ϗ πορνοισ και φαρμακοισ και ιδωλολατραισ και πασιν τοισ ψευδεσιν το μεροσ αυτων εν τη λιμνη τη καιομενη πυρι και θιω ο εστιν ο θανατοσ ο δευτεροσ ℵ ; τοισ δε διλοισ και απιστοισ και εβδελυγμενοισ και φονευσει ϗ πορνοισ και φαρμακοισ και ιδωλολατραισ και πασιν τοισ ψευδεσιν το μεροσ αυτων εν τη λιμνη τη καιομενη πυρι και θιω ο εστιν ο θανατοσ ο δευτεροσ ℵc ; τοισ δε δειλοισ και απιστοισ και εβδελυγμενοισ και φονευσι και πορνοισ και φαρμακοισ και ιδωλολατραισ και πασι τοισ ψευσταισ το μεροσ αυτων εν τη λιμνη τη καιομενη πυρι και θειω ο εστιν ο θανατοσ ο δευτεροσ A ; Τοῖς δὲ δειλοῖς, καὶ ἀπίστοις, καὶ ἐβδελυγμένοις, καὶ φονεῦσι, καὶ πόρνοις, καὶ φαρμάκοις, καὶ εἰδωλολάτραις, καὶ πᾶσιν τοῖς ψευδέσιν, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ: ὅ ἐστιν δεύτερος θάνατος. KJTR ; Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἁμαρτωλοῖς καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις, καὶ πᾶσιν τοῖς ψευδέσιν, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. RP ; δειλοῖς δὲ καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακεῦσι καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστι δεύτερος θάνατος. ST (substitution)
9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων καὶ ἐλάλησεν μετ’ ἐμοῦ λέγων Δεῦρο δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου
¶Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων, τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων, “Δεῦρο, δείξω σοι τὴν νύμφην, τὴν γυναῖκα τοῦ Ἀρνίου.” SR, WH ϗ ηλθεν εισ εκ τω επτα αγγελων τω εχοντων τασ επτα φιαλασ των γεμοντων των επτα πληγων τω εσχατων και ελαλησεν μετ εμου λεγων δευρο διξω σοι την νυμφην την γυναικα του αρνιου ℵ ; και ηλθεν εισ εκ των επτα αγγελων των εχοντων τασ επτα φιαλασ των γεμοντων των επτα πληγων των εσχατων και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι την νυμφην την γυναικα του αρνιου A ; Καὶ ἦλθε πρὸς με εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴν νύμφην, τοῦ Ἀρνίου τὴν γυναῖκα. KJTR ; ¶Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴν γυναῖκα τὴν νύμφην τοῦ ἀρνίου. RP ; Καὶ ἦλθε πρός με εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετʼ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴν νύμφην τοῦ ἀρνίου τὴν γυναῖκα. ST (substitution)
10 Καὶ ἀπήνεγκέν με ἐν Πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ
και απηνεγκεν με εν πνι επι οροσ μεγα και υψηλον και εδιξε μοι την πολιν την αγιαν ιηλμ καταβαινουσαν εκ του ουνου απο του θυ ℵ ; Καὶ ἀπήνεγκέν με ἐν ˚Πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ ˚Θεοῦ, SR, WH ; και απηνεγκεν με εν πνι επι οροσ μεγα και υψηλον και εδιξεν μοι την πολι την αγιαν ιλημ καταβαινουσαν εκ του ουνου απο του θυ A ; Καὶ ἀπήνεγκέν με ἐν Πνεύματι ἐπʼ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν μεγάλην, τὴν ἁγίαν Ἰερουσαλὴμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, KJTR, RP ; Καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπʼ ὄρος μέγα καὶ ὑψηλὸν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν μεγάλην τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ST (substitution)
11 ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι
ἔχουσαν τὴν δόξαν ἀπὸ τοῦ ˚Θεοῦ. Ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι, SR εχουσαν τη δοξαν απο του θυ ο φωστηρ αυτησ ομοιοσ λιθω τιμιωτατω ωσ λιθω ιασπιδι κρυσταλλιζοντι ℵ ; ο φωστηρ αυτησ ομοιοσ λιθω τιμιωτατω ωσ λιθω ιασπιδι κρυσταλλιζοντι A ; Ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ: καὶ ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ, ἰάσπιδι κρυσταλλίζοντι· KJTR, ST ; ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· RP, WH (substitution)
12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν ἔχουσα πυλῶνας δώδεκα καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστιν τὰ ὀνόματα τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ
τα ονοματα ] εχοντι τιχοσ μεγα και υψηλο εχοντασ πυλωνασ δωδεκα και επι τουσ πυλωνασ αγγελουσ $ιβ και ονοματα αυτων γεγραμμενα α εστιν των $ιβ φυλων υιων ισλ ℵ ; εχουσα τιχοσ μεγα και υψηλον εχουσα πυλωνασ δωδεκα και ονοματα επιγεγραμμενα α εστιν τα ονοματα των δωδεκα φυλων υιων ιηλ A ; Ἔχουσαν τε τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσαν πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ: KJTR ; ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν ὀνόματα τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ. RP ; ἔχουσάν τε τεῖχος μέγα καὶ ὑψηλὸν, ἔχουσαν πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστι τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ· ST ; ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστιν τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ· WH (substitution)
13 ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς καὶ ἀπὸ νότου πυλῶνες τρεῖς καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς
Ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς. SR απο ανατολησ πυ|λωνεσ τρεισ και απο βορρα πυλωνεσ $γ και απο βορρα πυλωνεσ $γ και απο νοτου πυλωνεσ τρεισ ℵ ; απο ανατολησ πυλωνεσ τρεισ και απο βορρα πυλωνεσ τρεισ και απο δυσμων πυλωνεσ τρεισ και απο νοτου πυλωνεσ τρεισ A ; Ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς· ἀπὸ βορρᾶ πυλῶνες τρεῖς· ἀπὸ νότου πυλῶνες τρεῖς· καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς. KJTR ; Ἀπὸ ἀνατολῶν, πυλῶνες τρεῖς· καὶ ἀπὸ βορρᾶ, πυλῶνες τρεῖς· καὶ ἀπὸ νότου, πυλῶνες τρεῖς· καὶ ἀπὸ δυσμῶν, πυλῶνες τρεῖς. RP ; ἀπʼ ἀνατολῆς πυλῶνες τρεῖς, ἀπὸ βοῤῥᾶ πυλῶνες τρεῖς, ἀπὸ νότου πυλῶνες τρεῖς, ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· ST ; ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· WH (substitution)
14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ Ἀρνίου
Καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα, καὶ ἐπʼ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ Ἀρνίου. SR, WH και το τιχοσ τησ πολεωσ θεμελιουσ $ιβ και επ αυτων δωδεκα ονοματα των $ιβ αποστολων του αρνιου ℵ ; και το τειχοσ τησ πολεωσ εχων θεμελιουσ δωδεκα και επ αυτων δωδεκα ονοματα των δωδεκα α\ποστολων του αρνιου A ; Καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐν αὐτοῖς ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ Ἀρνίου. KJTR, ST ; Καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπʼ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. RP (substitution)
15 Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς
Καὶ ὁ λαλῶν μετʼ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν, καὶ τοὺς πυλῶνας αὐτῆς, καὶ τὸ τεῖχος αὐτῆς. RP, SR, WH και ο λαλω μετ εμου ειχεν μετρον καλαμο χρυσουν ινα μετρηση την πολιν και τουσ πυλωνασ αυτησ και το τειχοσ αυτησ ℵ ; και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν ινα μετρηση την πολιν και τουσ πυλωνασ αυτησ και το τειχοσ αυτησ A ; Καὶ ὁ λαλῶν μετʼ ἐμοῦ εἶχεν κάλαμον χρυσοῦν ἵνα μετρήσῃ τὴν πόλιν, καὶ τοὺς πυλῶνας αὐτῆς, καὶ τὸ τεῖχος αὐτῆς. KJTR ; Καὶ ὁ λαλῶν μετʼ ἐμοῦ εἶχε κάλαμον χρυσοῦν ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. ST (substitution)
16 καὶ ἡ πόλις τετράγωνος κεῖται καὶ τὸ μῆκος αὐτῆς ὅσον καὶ τὸ πλάτος καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν
και ] και η πολισ αυτησ τετραγωνοσ κειται και το μηκοσ οσον το πλατοσ και εμετρησε την πολιν τω καλαμω επι σταδιων δωδεκα χιλιαδω το μηκοσ και το πλατοσ και το υψοσ αυτησ εισα εστιν ℵ ; και η πολισ τετραγωνοσ κειται και το μηκοσ αυτησ οσον και το πλατοσ και εμετρησεν την πολιν τω καλαμω επι σταδιουσ δωδεκα χιλιαδων το μηκοσ και το πλατοσ και το υψοσ αυτησ ισα εστιν A ; Καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς τοσοῦτόν ἐστιν ὅσον τὸ πλάτος: καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ, ἐπὶ σταδίων δώδεκα χιλιάδων. Τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. KJTR ; Καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον τὸ πλάτος. Καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίους δώδεκα χιλιάδων· δώδεκα τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. RP ; καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς τοσοῦτόν ἐστιν ὅσον καὶ τὸ πλάτος. καὶ ἐμέτρησε τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί. ST (substitution)
17 καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου
Καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς, ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου. SR, WH και εμετρησεν το χιλοσ αυτησ εκατο $μ $δ πηχεων μετρο ανου ο εστιν αγγελου ℵ ; και εμετρησεν το τειχοσ αυτησ $δ και εκατον τεσσερακοντα πηχων μετρον ανου ο εστιν αγγελου A ; Καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς, ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν, ἀγγέλου. KJTR, RP ; καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. ST (substitution)
18 Καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ
Καὶ ἦν ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν, ὅμοιον ὑάλῳ καθαρῷ. SR και ην εν δωμασι του τιχουσ αυτησ ειασπισ και η πολισ χρυσιον καθαρον ομοιο υαλω καθαρω ℵ ; και η ενδωμησισ του τειχουσ αυτησ ιασπισ και η πολισ χρυσιον καθαρον ομοιον υαλω καθαρω A ; Καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις: καὶ ἡ πόλις χρυσίον καθαρὸν, ὅμοιον ὑάλῳ καθαρῷ. KJTR ; Καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς, ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρόν, ὅμοιον ὑέλῳ καθαρῷ. RP ; καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν, ὅμοια ὑάλῳ καθαρῷ. ST ; καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ· WH (substitution)
19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι ὁ θεμέλιος ὁ πρῶτος ἴασπις ὁ δεύτερος σάπφιρος ὁ τρίτος χαλκηδών ὁ τέταρτος σμάραγδος
σαπφιρος ] και οι θεμελιοι του τιχουσ τησ πολεωσ παντι λιθω τιμιω κεκοσμημενοι ο θεμελιοσ ο εισ ιασπισ και ο δευτεροσ σαπφειροσ και ο $γ χαλκηδων ο $δ σμαραγδοσ ℵ ; οι θεμελιοι του τειχουσ τησ πολεωσ παντι λιθω τιμιω κεκοσμημενοι ο θεμελιοσ ο πρωτοσ ιασπισ ο δευτεροσ σαπφειροσ ο τριτοσ χαλκηδων ο τεταρτοσ σμαραγδοσ A ; Καὶ οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. Ὁ θεμέλιος ὁ πρῶτος ἴασπις· ὁ δεύτερος, σάπφειρος· ὁ τρίτος, χαλκηδών· ὁ τέταρτος, σμάραγδος· KJTR, ST (substitution)
20 ὁ πέμπτος σαρδόνυξ ὁ ἕκτος σάρδιον ὁ ἕβδομος χρυσόλιθος ὁ ὄγδοος βήρυλλος ὁ ἔνατος τοπάζιον ὁ δέκατος χρυσόπρασος ὁ ἑνδέκατος ὑάκινθος ὁ δωδέκατος ἀμέθυστος
Ὁ πέμπτος, σαρδόνυξ· ὁ ἕκτος, σάρδιον· ὁ ἕβδομος, χρυσόλιθος· ὁ ὄγδοος, βήρυλλος· ὁ ἔνατος, τοπάζιον· ὁ δέκατος, χρυσόπρασος· ὁ ἑνδέκατος, ὑάκινθος· ὁ δωδέκατος, ἀμέθυστος. KJTR, SR, WH ο $ε σαρδονυξ \ο $ϛ σαρδιον ο $ζ χρυσολιθοσ ο $η βηρυλλοσ ο ε τοπαδιον ο $ι χρυσοπρασοσ ο $ια υακινθοσ ο $ιβ αμεθυστινοσ ℵ ; ο $ε σαρδονυξ \ο $ϛ σαρδιον ο $ζ χρυσολιθοσ ο $η βηρυλλοσ ο $θ τοπαδιον ο $ι χρυσοπρασοσ ο $ια υακινθοσ ο $ιβ αμεθυστινοσ ℵc ; ο πεμπτοσ σαρδιονυξ ο εκτοσ σαρδιον ο εβδομοσ χρυσολιθοσ ο ογδοοσ βηριλλοσ ο ενατοσ τοπαζιον ο δεκατοσ χρυσοπρασον ο ενδεκατοσ υακινθοσ ο δωδεκατοσ αμεθυστοσ A ; ὁ πέμπτος, σαρδόνυξ· ὁ ἕκτος, σάρδιον· ὁ ἕβδομος, χρυσόλιθος· ὁ ὄγδοος, βήρυλλος· ὁ ἔνατος, τοπάζιον· ὁ δέκατος, χρυσόπρασος· ὁ ἑνδέκατος, ὑάκινθος· ὁ δωδέκατος, ἀμέθυσος. RP ; ὁ πέμπτος, σαρδόνυξ· ὁ ἕκτος, σάρδιος· ὁ ἕβδομος, χρυσόλιθος· ὁ ὄγδοος, βήρυλλος· ὁ ἔνατος, τοπάζιον· ὁ δέκατος, χρυσόπρασος· ὁ ἑνδέκατος, ὑάκινθος· ὁ δωδέκατος, ἀμέθυστος. ST (substitution)
21 Καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής
Καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου: καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν, ὡς ὕαλος διαυγής. KJTR, SR, WH και οι $ιβ πυλωνεσ μαργαρειται ανα εισ εκαστοσ των πυλωνων ων ην εξ ενοσ μαργαριτου και η πλατια τησ πολεωσ χρυσιον καθαρον ωσ υαλοσ δι αυτησ ℵ ; και οι $ιβ πυλωνεσ μαργαρειται ανα εισ εκαστοσ των πυλωνων ων ην εξ ενοσ μαργαριτου και η πλατια τησ πολεωσ χρυσιον καθαρον ωσ υαλοσ διαυγησ ℵc ; και οι δωδεκα πυλωνεσ δωδεκα μαργαριται ινα εισ εκαστοσ των πυλωνων η εξ ενοσ μαργαριτου και η πλατεια τησ πολεωσ χρυσιον καθαρον ωσ υαλοσ διαυγησ A ; Καὶ οἱ δώδεκα πυλῶνες, δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν, ὡς ὕελος διαυγής. RP ; καὶ οἱ δώδεκα πυλῶνες, δώδεκα μαργαρίται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν, ὡς ὕαλος διαφανής. ST (substitution)
22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ναὸς αὐτῆς ἐστιν καὶ τὸ Ἀρνίον
Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ: ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ναὸς αὐτῆς ἐστιν καὶ τὸ Ἀρνίον. KJTR, RP, SR, WH και ναο ουκ ειδον εν αυτη οτι ο κσ ο θσ ο παντοκρατωρ ναοσ αυτησ εστι και το αρνιον ℵ ; και ναον ουκ ιδον εν αυτη ο γαρ κσ ο θσ ο παντοκρατωρ ο ναοσ αυτησ εστι και το αρνιον A ; καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ναὸς αὐτῆς ἐστι, καὶ τὸ ἀρνίον. ST (substitution)
23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν καὶ ὁ λύχνος αὐτῆς τὸ Ἀρνίον
και η πολισ ου χριαν εχει του ηλιου ουδε τησ σεληνησ ινα φαινωσιν αυτη η γαρ δοξα του θυ εφωτισεν αυτην και ο λυχνοσ αυτησ το αρνιον A ; Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. RP, SR, WH ; και η πολισ ου χριαν εχει του ηλιου ουδε τησ σεληνησ ινα φαινωσιν αυτη η γαρ δοξα του θυ εφωτισε αυτην και ο λυχνοσ αυτησ το αρνιον ℵ ; Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν ἐν αὐτῇ: ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ Ἀρνίον. KJTR, ST (substitution)
24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν αὐτῶν εἰς αὐτήν
Καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν αὐτῶν εἰς αὐτήν. SR, WH και περιπατησουσιν δ τα εθνη δια του φωτοσ αυτησ και οι βασιλεισ τησ γησ φερουσιν την δοξαν αυτων εισ αυτην ℵ ; και περιπατησουσιν τα εθνη δια του φωτοσ αυτησ και οι βασιλεισ τησ γησ φερουσιν την δοξαν αυτων εισ αυτην A, ℵc ; Καὶ τὰ ἔθνη τῶν σωζομένων ἐν τῷ φωτί αὐτῆς περιπατήσουσι: καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν. KJTR ; Καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. RP ; καὶ τὰ ἔθνη τῶν σωζομένων ἐν τῷ φωτὶ αὐτῆς περιπατήσουσι· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ τὴν τιμὴν αὑτῶν εἰς αὐτήν· ST (substitution)
25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ
Καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας: νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ. KJTR, RP, SR, ST, WH και οι πυλωνεσ αυτησ ου μη κλεισθωσιν ημερα νυξ γαρ ουκ εστε εκει ℵ ; και οι πυλωνεσ αυτησ ου μη κλισθωσι ημερασ νυξ γαρ ουκ εσται εκει A (substitution)
26 Καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν
Καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. KJTR, RP, SR, WH και οισουσιν τη δοξαν και την τιμην των εθνω εισ αυτην ℵ ; και οισουσιν την δοξαν και την τιμην των εθνων εισ αυτην A ; καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν· ST (substitution)
27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου
Καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν, καὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου. SR, WH και ου μη εισελθωσιν εισ αυτην παν κοινον και ο ποι|ωσει βδελυγμα και ψευδοσ ει μη οι γεγραμμενοι εν τω βιβλιω τησ ζωησ του ουνου ℵ ; και ου μη εισελθη εισ αυτην παν κοινον και ποιων βδελυγμα και ψευδοσ |ει μη οι γεγραμμενοι εν τω βιβλιω τησ ζωησ του αρνιου A ; Καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινοῦν, καὶ ποιοῦν βδέλυγμα, καὶ ψεῦδος: εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου. KJTR, ST ; καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινόν, καὶ ποιοῦν βδέλυγμα καὶ ψεῦδος· εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου. RP (substitution)