ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ τολμήσας εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
παλαι ] ελθων ιωσηφ ο απο αρειμαθαιασ ευσχημων βουλευτησ και αυτοσ ην προσδεχομενοσ την βασιλειαν του θυ τολμησασ εισηλθεν προσ τον πειλατον και ητησατο το σωμα του ιυ ℵ ; ελθων ιωσηφ ο απο αριμαθαιασ ευσχημω βουλευτησ οσ και αυτοσ ην προσδεχομενοσ την βασιλειαν του θυ τολμησασ εισηλθεν προσ πειλατον και ητησατο το σωμα του ιυ A ; \ελθων ιωσηφ απο αρειμαθαιασ ευσχημων βουλευτησ οσ και αυτοσ ην προσδεχομενοσ την βασιλειαν του θυ τολμησασ εισηλθεν προσ τον πειλατον και ητησατο το σωμα του ιυ B ; ελθων ιωσησ a απο αριμαθειασ ευσχημων βουλευτησ οσ και αυτοσ ην προσδεχομενοσ την βασιλειαν του θυ τολμησασ εισηλθεν προσ τον πειλατο και ητησατο το σωμα του ιυ W ; ελθων ιωσηφ ο απο αριμαθαιασ ευσχημων βουλευτησ οσ και αυτοσ ην προσδεχομενοσ την βασιλειαν του θυ τολμησασ εισηλθεν προσ πιλατον και ητησατο το σωμα του ιυ C ; ηλθεν ιωσηφ απο αριμαθιασ ευσχημων βουλευτησ οσ ην και αυτοσ προσδεχομενοσ την βασιλειαν του θυ τολμησασ ηλθεν προσ πειλατον και ετησατο το πτωτου του ιηυ D ; Ἦλθεν, Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. KJTR, RP ; ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτὴς, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. ST ; ἐλθὼν Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν Πειλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. WH (substitution)