1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ ˚Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, τῷ ˚Θεῷ εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν.
ευαρεστον τω θεω ] παρακαλω ουν υμασ αδελφοι δια των οικτιρμων του θυ παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν τω θω ευαρεστο την λογικην λατριαν υμων ℵ ; παρακαλω ουν υμασ αδελφοι δια των οικτειρμων του θυ παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν τω θω ευαρεστον την λογικην λατρειαν υμων A ; παρακαλω ουν υμασ αδελφοι δια των οικτειρμων του θυ παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν ευαρεστον τω θω τη λογικην λατρειαν υμων B ; παρακαλω ουν b αδελφοι δια των οικτειρμων του θυ παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν ευαρεστον θω την λογικην λατρειαν υμων U0001D513⁴⁶ ; παρακαλω υμασ αδελφοι δια των εκτηρμων του θυ παραστησαι τα σωματα υμων ψυχην ζωσαν ευαρεστον την λογικην λατριαν 62325 ; ¶Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. KJTR, RP, ST (substitution)
2 Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ ˚Θεοῦ, τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.
Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ ˚Θεοῦ, τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον. SR και μη συνσχηματιζεσθε τω αιωνι τουτω αλλα μεταμορφουσθαι τη ανακαινωσει του νοοσ υμων εισ το δοκιμαζειν υμασ τι το θελημα του θυ το αγαθον και ευαρεστον και τελειο ℵ ; και μη συσχηματιζεσθαι τω αιωνι τουτω αλλα μεταμορφουσθαι τη ανακαινωσει του νοοσ εισ το δοκιμαζειν υμασ τι το θελημα του θυ το αγαθον και ευαρεστον και τελειον A ; και μη συνσχηματιζεσθε τω αιωνιω του\τω αλλα μεταμορφουσθε τη ανακαινωσει του νοοσ εισ το δοκιμαζειν υμασ τι το θελημα του θυ το αγαθον και ευαρεστον και τελειον B ; και μη συνσχηματιζεσθε τω αιωνι τουτω αλλα μεταμορφουσθε τη ανακαινωσει του νοοσ εισ το δοκιμαζειν υμασ τι το θελημα του θυ το αγαθον και ευαρεστον και τελειον U0001D513⁴⁶ ; και μη συνσχημα* 62325 ; Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ: ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ. Τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον, KJTR, ST ; καὶ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. RP ; καὶ μὴ συνσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. WH (omission)
3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρʼ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ ˚Θεὸς ἐμέρισεν μέτρον πίστεως.
Λέγω γάρ, διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρʼ ὃ δεῖ φρονεῖν· ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως. KJTR, RP, SR, WH λεγω γαρ δια τησ χαριτοσ τησ δοθισησ μοι παντι τω οντι εν υμιν μη υπερφρονιν παρ ο δει φρονιν αλλα φρονιν εισ το σωφρονιν εκαστω ωσ ο θσ εμερισεν μετρο πιστεωσ ℵ ; λεγω γαρ δια τησ χαριτοσ τησ δοθεισησ μοι παντι τω οντι εν υμι μη υπερφρονειν παρ ο δει φρονειν αλλα φρονειν εισ το σωφρονειν εκαστω ωσ εμερισε ο θσ μετρον πιστεωσ A ; λεγω γαρ δια τησ χαριτοσ τησ δοθεισησ μοι παντι τω οντι εν υμιν μη υπερφρονει παρ ο δει φρονειν αλλα φρονειν εισ το σωφρονειν εκαστω ωσ ο θσ εμερισεν μετρον πιστεωσ B ; λεγω γαρ δια τησ χαριτοσ τησ δοθεισησ μοι παντι τω οντι εν υμειν μη υπερφρονειν παρ ο δει φρονειν αλλα φρονειν εισ το σωφρονειν εκαστω ωσ ο θσ εμερισεν μετρον πιστεωσ U0001D513⁴⁶ ; λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρʼ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. ST (substitution)
4 Καθάπερ γὰρ ἐν ἑνὶ σώματι, πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
καθαπερ γαρ εν ενι σωματι πολλα μελη εχομεν τα δε μελη παντα ου την αυτην εχει πραξιν B, SR, WH, ℵ καθαπερ γαρ εν ενι σωματι μελη πολλα εχομεν τα δε μελη παντα ου την αυτην εχει πραξιν A, KJTR, RP, ST ; καθαπερ εν ενι σωματι πολλα μελη εχομεν τα δε μελη παντα ου την αυτην πραξειν εχει U0001D513⁴⁶ (substitution)
5 οὕτως οἱ πολλοὶ, ἓν σῶμά ἐσμεν ἐν ˚Χριστῷ, τὸ δὲ καθʼ εἷς ἀλλήλων μέλη.
ουτωσ οι πολλοι εν σωμα εσμεν εν χρω το δε κατ ισ αλληλων μελη U0001D513⁴⁶ ; Οὕτως οἱ πολλοὶ, ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθʼ εἷς ἀλλήλων μέλη. KJTR, RP ; οὕτως οἱ πολλοὶ, ἓν σῶμά ἐσμεν ἐν ˚Χριστῷ, τὸ δὲ καθʼ εἷς ἀλλήλων μέλη. SR, WH ; ουτωσ οι πολλοι εν σωμα |εσμεν εν χω το δε καθ ισ αλληλων μελη ℵ ; ουτωσ οι πολλοι εν σωμα εσμε εν χω το δε καθ εισ αλληλων μελη A ; ουτωσ οι πολλοι εν σωμα εσμεν εν χω το δε καθ εισ αλληλων μελη B ; οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθεῖς, ἀλλήλων μέλη. ST (substitution)
6 Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα: εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· KJTR, RP, SR, ST, WH εχοντεσ δε χαρισματα κατα την χαριν την δοθισαν ημι διαφορα ειτε προφητιαν κατα την αναλογιαν τησ πιστεωσ ℵ ; εχοντεσ δε χαρισματα κατα την χαριν την δοθεισαν ημι διαφορα ειτε προφητειαν κατα την αναλογιαν τησ πιστεωσ A, B ; εχοντεσ δε χαρισματα κατα την χαριν την δοθεισαν ημειν διαφορα ειτε προφητεια κατα την αναλογιαν τησ πιστεωσ U0001D513⁴⁶ (substitution)
7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ,
Εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ: εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ· KJTR, RP, SR, ST, WH ειτε διακονιαν εν τη διακονια ειτε ο διδασκω εν τη διδασκαλια ℵ ; ειτε διακονιαν εν τη διακονια ειτε διδασκαλειαν εν τη διδασκαλεια A ; ειτε διακονιαν εν τη διακονια ειτε ο διδασκων ε τη διδασκαλια B ; ειτε διακονιαν εν τη διακονια ητοι ο διδασκων εν τη διδασκαλια U0001D513⁴⁶ (substitution)
8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
Εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει: ὁ μεταδιδούς, ἐν ἁπλότητι· ὁ προϊστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἱλαρότητι. KJTR, RP, SR, ST, WH ειτε ο παρακαλων εν τη παρακλησει ο μεταδιδουσ εν απλοτητι ο προιστανομενοσ εν σπουδη ο ελαιων εν ιλαροτητι ℵ ; ειτε ο παρακαλων εν τη παρακλησει ο μεταδιδουσ εν απλοτητι ο προισταμενοσ εν σπουδη ο ελεων εν ιλαροτητι A, B ; ειτε ο παρακαλων εν τη παρακλησει ο μεταδιδουσ εν απλοτητι ο προισταμενοσ εν σπουδη U0001D513⁴⁶ (substitution)
9 Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ,
Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν· κολλώμενοι τῷ ἀγαθῷ. KJTR, RP, SR, ST, WH η αγαπη ανυποκριτοσ αποστυγουντεσ το πονηρον κολλωμενοι τω αγαθω A, B, U0001D513⁴⁶, ℵ (substitution)
10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι· KJTR, RP, SR, ST, WH τη φιλαδελφια εισ αλληλουσ φιλοστοργοι τη τιμη αλληλουσ προηγουμενοι A, B, U0001D513⁴⁶, ℵ (substitution)
11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ ˚Κυρίῳ δουλεύοντες,
Τῇ σπουδῇ μὴ ὀκνηροί. Τῷ πνεύματι ζέοντες. Τῷ καιρῷ δουλεύοντες. ST ; Τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζέοντες· τῷ Κυρίῳ δουλεύοντες· KJTR, RP, SR, WH ; τη σπουδη μη οκνηροι τω πνι ζεοντεσ τω κω δουλευοντεσ A, U0001D513⁴⁶, ℵ ; τη σπουδη μη οκνηροι τω πνευματι ζεοτεσ τω κω δουλευοντεσ B (substitution)
12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
Τῇ ἐλπίδι χαίροντες· τῇ θλίψει ὑπομένοντες· τῇ προσευχῇ προσκαρτεροῦντες· KJTR, RP, SR, ST, WH τη ελπιδι χαιροντεσ τη θλιψι υπομενοντεσ τη προσευχη προσκαρτερουντεσ ℵ ; τη ελπιδι χαιροντεσ τη θλιψει υπομενοσ τη προσευχη προσκαρτερουντεσ A ; τη ελπιδι χαιροντεσ τη θλιψει υπομενοντεσ τη προσευχη προσκαρτερουντεσ Ac ; τη ελπιδι χαιροντεσ τη θλειψει υπομενοντεσ τη προσευχη προσκαρτερουντεσ B, U0001D513⁴⁶ (substitution)
13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες. KJTR, RP, SR, ST, WH ταισ χριαισ των αγιων κοινωνουτεσ την φιλοξενιαν διωκοντεσ ℵ ; ταισ χρειαισ των αγιων κοινωνουντεσ την φιλοξενιαν διωκοντεσ A, U0001D513⁴⁶ ; ταισ χρειαισ των αγιω κοινωνουντεσ την φιλοξενιαν διωκοντεσ B (substitution)
14 Εὐλογεῖτε τοὺς διώκοντας, ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
υμας ] ευλογειτε τουσ διωκοντασ υμασ ευλογειτε και μη καταρασθε A, ℵ ; ευλογειτε τουσ διωκοτασ ευλογειτε και μη καταρασθε B ; ευλογειτε τουσ διωκοντασ και μη καταρασθε U0001D513⁴⁶ ; εὐλογεῖτε τοὺς διώκοντας, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. WH (substitution)
15 Χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
χαιρειν μετα χαιροντων \κλαιειν μετα κλαιοντων SR, U0001D513⁴⁶, WH, ℵ \χαιρειν μετα χαιροντων και κλεειν μετα κλαιοντων A ; χαιρειν μετα χαιροντων κλαιει μετα κλαιοντων B ; Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. KJTR, RP, ST (substitution)
16 Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρʼ ἑαυτοῖς.
Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρʼ ἑαυτοῖς. KJTR, RP, SR, ST, WH το αυτο εισ αλληλουσ φρονουντεσ μη τα υψηλα φρονουντεσ αλλα τοισ ταπινοισ συναπαγομενοι μη γινεσθαι φρονιμοι παρ εαυτοισ ℵ ; το αυτο εισ αλληλουσ φρονουντεσ μη τα υψηλα φρονουντεσ αλλα τοισ ταπινοισ συναπαγομενοι μη γεινεσθε φρονιμοι παρ εαυτοισ A ; το αυτο εισ αλληλουσ φρονουντεσ μη τα υψηλα φρονουντεσ αλλα τοισ ταπεινοισ συναπαγαμενοι μη γεινεσθε φρονιμοι παρ εαυτοισ B ; το αυτο εισ αλληλουσ φρονουτεσ μη τα υψηλα φρονουντεσ αλλα τοισ ταπεινοισ συναγομενοι μη γεινεσθε φρονιμοι παρ εαυτοισ U0001D513⁴⁶ ; το αυτο εισ αλληλουσ φρονουντεσ μη τα υψηλα φρονουντεσ αλλα τοισ ταπεινοισ συναγομενοι μη γεινεσθε φρονιμοι παρ εαυτοισ U0001D513⁴⁶c (substitution)
17 Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.
Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. KJTR, RP, SR, ST, WH μηδενι κακον ατι κακου αποδιδοτεσ προνοουμενοι καλα ενωπιο παντων ανθρωπων ℵ ; μηδενι κακον αντι κακου αποδιδοντεσ προνοουμενοι καλα ενωπιον των ανων A ; μηδενι κακον αντι κακου αποδιδοντεσ προνοουμενοι καλα ενωπιον του θυ και ενωπιον των ανων Ac ; μηδενι κακον αντι κακου αποδιδοντεσ προνοουμενοι καλα ενωπιον παντων ανθρωπων B ; μηδενι κακον αντι κακου αποδιδοντεσ προνοουμενοι καλα ενωπιον των ανθρωπων U0001D513⁴⁶ (substitution)
18 Εἰ δυνατόν τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. KJTR, RP, SR, ST, WH ει δυνατον το εξ υμων μετα παντω ανθρωπων ειρηνευοντεσ ℵ ; ει δυνατον το εξ υμων μετα παντων ανων ειρηνευοντεσ A ; ει δυνατον το εξ υμων μετα παντων ανθρωπων ειρηνευοντεσ B, U0001D513⁴⁶ (substitution)
19 Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ, “Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω”, λέγει ˚Κύριος.
Μὴ ἑαυτοὺς ἐκδικοῦντες, Ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ: γέγραπται γάρ, Ἐμοὶ ἐκδίκησις· ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. KJTR, RP, SR, ST, WH μη εαυτουσ εκδικουντεσ αγαπητοι αλλα δοτε τοπον τη οργη γεγραπται γαρ εμοι εκδικησεισ εγω ανταποδωσω λεγει κσ A, ℵ ; μη εαυτουσ εκδικουντεσ αγαπητοι αλλα δοτε τοπον τη οργη γεγραπται γαρ εμοι εκδικησισ εγω ανταποδωσω λεγει κσ B, U0001D513⁴⁶ (substitution)
20 “Ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.”
“Ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.” SR, WH αλλ εαν πινα ο εχθροσ σου ψωμιζε αυτον εαν διψα ποτιζε αυτον τουτο γαρ ποιων ανθρακασ πυροσ σωρευσεισ επι την κεφαλην αυτου ℵ ; αλλα εαν πινα ο εχθροσ σου ψωμιζε αυτον εαν διψα ποτιζε αυτον τουτο γαρ ποιων ανθρακασ πυροσ σωρευσεισ επι την κεφαλην αυτου A ; αλλα εαν πεινα ο εχθροσ σου ψωμιζε αυτον εαν διψα ποτιζε αυτον τουτο γαρ ποιω ανθρακασ πυροσ σωρευσεισ επι τησ κεφαλησ αυτου B ; +εαν πεινα ο εχθροσ σου ψωμιζε αυτον εαν διψα ποτιζε αυτον τουτο δε ποιων ανθρακασ πυροσ σωρευσεισ επι την +κεφαλην αυτου U0001D513⁴⁶ ; Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν: τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. KJTR, RP, ST (substitution)
21 Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
μη νικω υπο του κακου αλλα νικα εν τω αγαθω το κακον KJTR, RP, SR, ST, WH, ℵ μη νικου υπο του κακου αλλα νικα εν τω αγαθω το κακον A ; μη νεικω υπο του κακου αλλα νεικα εν τω αγαθω το κακον B, U0001D513⁴⁶ (substitution)