1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
¶Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην· καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. RP, SR, WH μετα ταυτα ειδον αλλον αγγελον καταβαινοντα εκ του ουρανου εχοτα εξουσιαν μεγαλην και η γη εφωτισθη εκ τησ δοξησ αυτου ℵ ; μετα ταυτα ειδον αλλον αγγελον καταβαινοντα εκ του ουνου εχοντα εξουσιαν μεγαλην και η γη εφωτισθη εκ τησ δοξησ αυτου A ; ¶Καὶ μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην· καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. KJTR ; ¶Καὶ μετὰ ταῦτα εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ, ST (substitution)
2 Καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων, “Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη! Καὶ ἐγένετο κατοικητήριον δαιμονίων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου, καὶ μεμισημένου.
και φυλακη παντος θηριου ακαθαρτου ] και εκραξεν ισχυρα φωνη λεγων επεσε βαβυλων η μεγαλη και εγενετο κατοικητηριον δαιμονιων και φυλακη παντοσ πνατοσ ακαθαρτου και φυλακη παντοσ ορνεου ακαθαρτου και μεμισημενου ℵ ; και εκεκραξεν εν ισχυρα φωνη λεγων επεσεν επεσεν βαβυλων η μεγαλη και εγενετο κατοικητηριον δαιμονιων και φυλακη παντοσ πνευματοσ ακαθαρτου και μεμισημενου και φυλακη παντοσ θηριου ακαθαρτου και μεμεισημενου A ; \*παντοσ ορνεου ακαθαρτου και μεμισημενου C ; Καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ μεγάλῃ, λέγων, Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου. KJTR ; Καὶ ἔκραξεν ἰσχυρᾷ φωνῇ, λέγων, Ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου. RP ; καὶ ἔκραξεν ἐν ἰσχύϊ, φωνῇ μεγάλῃ λέγων, Ἔπεσεν ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου, ST (omission)
3 Ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς, πέπτωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετʼ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.”
πεπωκαν ] οτι εκ του οινου του θυμου τησ πορνιασ αυτησ πεπτωκασιν παντα τα εθνη ϗ οι βασιλεισ τησ γησ μετ αυτησ επορνευσαν και οι εμποροι τησ γησ μετα τησ επορνευσα a εκ τησ δυναμεωσ του στρηνουσ αυτησ επλουτησαν ℵ ; οτι εκ του οινου του θυμου τησ πορνιασ αυτησ πεπτωκασιν παντα τα εθνη ϗ οι βασιλεισ τησ γησ μετ αυτησ επορνευσαν και οι εμποροι τησ γησ αυτησ επορνευσα a εκ τησ δυναμεωσ του στρηνουσ αυτησ επλουτησαν ℵc ; οτι εκ του θυμου τησ πορνειασ αυτησ πεπτωκαν παντα τα εθνη και οι βασιλεισ τησ γησ μετ αυτησ επορνευσαν και οι εμποροι τησ γησ εκ τησ δυναμεωσ του στρηνουσ αυτησ επ������� A ; οτι εκ του θυμου τησ πορνειασ αυτησ πεπτωκαν παντα τα εθνη και οι βασιλεισ τησ γησ μετ αυτησ επορνευσαν και οι εμποροι τησ γησ εκ τησ δυναμεωσ του στρηνουσ αυτησ επλουτησαν Ac ; οτι εκ τησ πορνιασ του θυμου αυτησ πεπτωκαν πατα τα εθνη και οι βασιλεισ τησ γησ μετ αυτησ επορνευσαν και οι εμποροι τησ γησ εκ τησ δυναμεωσ του στρηνου αυτησ επλουτησαν C ; Ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκε πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετʼ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. KJTR, ST ; Ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπτώκασιν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετʼ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. RP (substitution)
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, “Ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς, ἵνα μὴ λάβητε,
¶Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, “Ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς, ἵνα μὴ λάβητε, SR και ηκουσα αλλη φωνην εκ του ουνου λεγουσαν εξελθαται ο λαοσ μου εξ αυτησ ινα μη συνκοινωνησηται ταισ αμαρτιαισ αυτησ και εκ των πληγων αυτησ ινα μη λαβηται ℵ ; και ηκουσα αλλην φωνην εκ του ουνου λεγουσαν εξελθατε εξ αυτησ ο λαοσ μου ινα μη συνκοινωνησηται ταισ αμαρτιαισ αυτησ και εκ των πληγων αυτησ ινα μη λαβητε A ; και ηκουσα αλλησ φωνησ εκ του ουρανου λεγουσαν εξελθε ο λαοσ μου εξ αυτησ ινα μη συνκοινωνησηται ταισ αμαρτιαισ αυτησ και εκ των πληγω αυτησ ινα μη λαβηται C ; Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, Ἐξέλθετε ἐξ αὐτῆς, ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἵνα μὴ λάβητε ἐκ τῶν πληγῶν αὐτῆς. KJTR, ST ; ¶Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· RP ; Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν Ἐξέλθατε, ὁ λαός μου, ἐξ αὐτῆς, ἵνα μὴ συνκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· WH (substitution)
5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ ˚Θεὸς τὰ ἀδικήματα αὐτῆς.
Ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς. KJTR, RP, SR, WH οτι εκολληθησαν αυτησ αι |αμαρτιαι αχρι του ουνου και εμνημονευσεν ο θσ τα αδικηματα αυτησ A, ℵ ; οτι εκολληθησαν αυτησ αι αμαρτιαι αχρει του ουρανου και εμνημονευσε ο θσ τα αδικηματα αυτησ C ; ὅτι ἠκολούθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς. ST (substitution)
6 Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε τὰ διπλᾶ, κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν,
Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε τὰ διπλᾶ, κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν, SR, WH αποδοτε αυτη ωσ και αυτη απεδωκεν διπλωσατε τα διπλα κατα τα εργα αυτησ εν τω ποτηριω αυτησ ω εκερασεν κερασαται αυτη διπλου ℵ ; αποδοτε αυτην ωσ και αυτη απεδωκεν και διπλωσατε διπλα κατα τα εργα αυτησ εν τω ποτηριω ω εκερασεν κερασατε αυτη διπλου A ; αποδοτε αυτη ωσ και αυτη απεδωκεν και διπλωσατε διπλα κατα τα εργα αυτησ εν τω ποτηριω ω εκερασεν κερασατε αυτη διπλου Ac ; αποδοτε αυτη ωσ και αυτη απεδωκεν και διπλωσαται τα διπλα κατα τα εργα αυτησ εν τω ποτηριω ω εκερασεν κερασαται αυτη διπλουν C ; Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς: ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν. KJTR ; Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν. RP ; ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν· ST (substitution)
7 ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. Ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ὅτι ‘Κάθημαι βασίλισσα… καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω.’
Ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος· ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω. RP, SR, WH οσα εδοξασεν αυτην και εστρηνιασεν τοσουτον δοτε αυτη βασανισμο και πενθοσ οτι ε τη καρδια αυτησ λεγει οτι καθημε βασιλισσα και χηρα ουκ ειμι και πενθοσ ου μη ειδω ℵ ; οσα εδοξασεν αυτην και εστρηνιασε τοσουτον δοτε αυτη βασανισμον και πενθοσ οτι εν τη καρδια αυτησ λεγει οτι καθημαι βασιλισσα και χηρα ουκ ειμι και πενθοσ ου μη ιδω A ; οσα εδοξασεν αυτην και εστρηνιασεν τοσουτον δοτε αυτη +βασανον και πενθοσ οτι εν τη καρδια αυτησ λεγει οτι καθημαι βασιλευουσα και χηρα ουκ ειμι και πενθοσ ου μη ειδω C ; Ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος: ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω. KJTR ; ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος· ὅτι ἐν τῇ καρδίᾳ αὑτῆς λέγει, Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμὶ, καὶ πένθος οὐ μὴ ἴδω, ST (substitution)
8 Διὰ τοῦτο, ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος, καὶ πένθος, καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς ˚Κύριος ὁ ˚Θεὸς ὁ κρίνας αὐτήν.
Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν. RP, SR, WH δια τουτο εν μια ημερα ηξουσιν αι πληγαι αυτησ θανατοσ και πενθοσ και λιμοσ και εν πυρι κατακαυθησεται οτι ισχυροσ ο θσ ο κσ ο κρινασ αυτην ℵ ; δια τουτο εν μια ημερα ηξουσιν αι πληγαι αυτησ θανατοσ και πενθοσ και λιμοσ και εν πυρι κατακαυθησεται οτι ισχυροσ ο θσ ο κρινασ αυτην A ; δια τουτο εν μια ημερα ηξουσιν *πληγαι αυτησ θανατοσ και πενθοσ και λιμοσ και εν πυρι κατακαυθησεται οτι ισχυροσ κσ ο θσ ο κρινασ αυτην C ; Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος, καὶ πένθος, καὶ λιμός· καὶ ἐν πυρὶ κατακαυθήσεται: ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίνων αὐτήν. KJTR, ST (substitution)
9 Καὶ κλαύσονται καὶ κόψονται ἐπʼ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς, οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
¶Καὶ κλαύσονται καὶ κόψονται ἐπʼ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς, οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, SR και κλαυσονται και κοψονται επ αυτην οι βασιλεισ τησ γησ οι μετ αυτησ πορνευσαντεσ οταν ιδωσιν τον καπνον τησ πτωσεωσ αυτησ ℵ ; \και κλαυσονται και κοψονται επ αυτη οι βασιλεισ τησ γησ οι μετ αυτησ πορνευσαντεσ και στρηνιασαντεσ οταν βλεπωσιν τον καπνον τησ πυρωσεωσ αυτησ A ; και κλαυσουσιν και κοψονται επ αυτην οι βασιλεισ τησ γησ οι μετ αυτησ πορνευσαντεσ και στρηνιασαντεσ οτα βλεπωσιν τον καπνον τησ πυρωσεωσ αυτησ C ; Καὶ κλαύσονται ἀυτην, καὶ κόψονται ἐπʼ αὐτῇν, οἱ βασιλεῖς τῆς γῆς, οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, KJTR ; Καὶ κλαύσουσιν καὶ κόψονται ἐπʼ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, RP, WH ; καὶ κλαύσονται αὐτὴν καὶ κόψονται ἐπʼ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ST (substitution)
10 ἀπὸ μακρόθεν ἑστηκότες, διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλὼν, ἡ πόλις ἡ ἰσχυρά! Ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.’
ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου. RP, SR, WH απο μακροθεν εστηκοτεσ δια τον φοβον του βασανισμου αυτησ λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη βαβυλων η πολισ η ισχυρα οτι μια ωρα ηλθεν η κρισισ σου ℵ ; απο μακροθεν εστηκοτεσ δια τον φοβον του βασανισμου αυτησ λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη βαβυλων η πολισ η ισχυρα οτι μιαν ωραν η κρισισ σου A ; απο μακροθεν εστηκοτεσ δια τον φοβον του βασανισμου αυτησ λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη βαβυλω η πολισ η ισχυρα οτι μια ωρα ηλθεν η κρισισ σου C ; Ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλὼν, ἡ πόλις ἡ ἰσχυρά! ὅτι ἐν μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου. KJTR, ST (substitution)
11 Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπʼ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι–
¶Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπʼ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι– SR, WH και οι εμποροι τησ \γησ σου κλαιουσιν και πενθουσιν επ αυτην οτι τον γομον αυτων ουδεισ αγοραζει ουκετι ℵ ; και οι εμποροι τησ γησ κλαιουσιν και πενθουσιν εν αυτη οτι τον γομον αυτω ουδεισ αγοραζει ουκετι A ; και οι εμποροι τησ γησ κλεουσιν και πενθουσιν επ αυτην οτι τον γομον αυτων ουδεισ αγοραζει ουκετι C ; Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπʼ αὐτῇ· ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι: KJTR ; Καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσιν καὶ πενθήσουσιν ἐπʼ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι· RP ; καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσι καὶ πενθοῦσιν ἐπʼ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκἔτι, ST (substitution)
12 γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαριτῶν, καὶ βυσσίνου, καὶ πορφύρας, καὶ σιρικοῦ, καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου,
γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαριτῶν, καὶ βυσσίνου, καὶ πορφύρας, καὶ σιρικοῦ, καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου, SR, WH γομον χρυσου και αργυρου και λιθου τιμιου και μαργαριτων και βυσσινω και πορφυρασ και σιρικου και κοκκινου και παν ξυλον θυινον και παν σκευοσ ελεφαντινον και παν σκευοσ εκ ξυλου τιμιωτατου και χαλκου και σιδηρου ℵ ; γομον χρυσου και αργυρου και λιθου τιμιου και μαργαριταισ και βυσσινου και σιρικου και κοκκινου και παν σκευοσ θυινον και παν σκευοσ ελεφαντινον και παν σκευοσ εκ λιθου τιμιωτατου και χαλκου και σιδηρου και μαρμαρου A ; γομο χρυσουν και αργυρουν και λιθουσ τιμιουσ και μαργαριτασ και βυσσινου και πορφυρασ και σιρικου και κοκκινου και παν ξυλον θυινον και παν σκευοσ ελεφαντινον και παν σκευοσ ξυλου τιμιωτατου και καλκου και σιδηρου και μαρμαρου C ; Γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαριτῶν, καὶ βύσσου, καὶ πορφύρας, καὶ σηρικοῦ, καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου, KJTR ; γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαρίτου, καὶ βυσσίνου, καὶ πορφυροῦ, καὶ σηρικοῦ, καὶ κοκκίνου· καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου· RP ; γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου καὶ βύσσου καὶ πορφύρας καὶ σηρικοῦ καὶ κοκκίνου· καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, ST (substitution)
13 καὶ κιννάμωμον, καὶ ἄμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ κτήνη, καὶ πρόβατα, καὶ ἵππων, καὶ ῥεδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
καὶ κιννάμωμον, καὶ ἄμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ κτήνη, καὶ πρόβατα, καὶ ἵππων, καὶ ῥεδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. SR, WH και κιναμωμου και αμωμον και θυμιαματα και μυρον και λιβανον και οινον και ελαιον και σεμιδαλιν και σιτον και κτηνη και προβατα και ιππων και ρεδων και σωματων ϗ ψυχασ ανων ℵ ; και κινναμωμον και αμωμον και θυμιαματα και μυρον και λιβανον και οινον και ελαιον και σεμιδαλιν και σιτο και κτηνη και προβατα και ιππω και ρεδων και σωματων και ψυχασ ανων A ; και κινναμωμο και αμωμον και θυμιαματα και λιβανον και οινον και ελεον και σεμιδαλιν και σιτον και κτηνη και προβατα και ιππων και ρεδων και σωματων και ψυχασ ανων C ; Καὶ κινάμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ κτήνη, καὶ πρόβατα, καὶ ἵππων, καὶ ῥεδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. KJTR, ST ; καὶ κινάμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ πρόβατα, καὶ κτήνη· καὶ ἵππων, καὶ ῥαιδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. RP (substitution)
14 Καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
και η οπωρα σου τησ επιθυμιασ τησ ψυχησ απηλθεν απο σου και παντα τα ριπαρα και λαμπρα απωλοντο απο σου και ουκετι ου μη αυτα ευρησουσιν ℵ ; Καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν. SR, WH ; και η οπωρα σου τησ επιθυμιασ τησ ψυχησ απηλθεν απο σου και παντα τα λιπαρα και τα λαμπρα απωλετο απο σου και ουκετι ου μη αυτα ευρησουσιν A ; και οπωρα σου τησ επιθυμιασ τησ ψυχησ απηλθεν απο σου και παντα τα λιπαρα και λαμπρα απωλετο απο σου και ουκετι αυτα ου μη ευρησουσιν C ; Καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ εὑρήσεις αὐτὰ. KJTR ; Καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι αὐτὰ οὐ μὴ εὕρῃς. RP ; καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκἔτι οὐ μὴ εὑρήσῃς αὐτά· ST (substitution)
15 Οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες, ἀπʼ αὐτῆς ἀπὸ μακρόθεν στήσονται, διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες
Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπʼ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες, KJTR, RP, SR, ST, WH οι εμποροι τουτων οι πλουτησαντεσ απ αυτησ απο μακροθεν στησονται δια τον φοβον του βασανισμου αυτησ κλαιοντεσ και πενθου|τεσ ℵ ; οι εμποροι τουτω οι πλουτησαντεσ απ αυτησ απο μακροθεν στησονται δια τον φοβον του βασανισμου αυτησ κλαιοντεσ και πενθουντεσ A ; οι εμποροι τουτων οι πλουτησαντεσ απ αυτησ απο μακροθεν στησονται δια τον φοβον του βασανισμου αυτησ \κλαιοντεσ και πενθουντεσ C (substitution)
16 λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον, καὶ πορφυροῦν, καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσίῳ, καὶ λίθῳ τιμίῳ, καὶ μαργαρίτῃ!
λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον, καὶ πορφυροῦν, καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσίῳ, καὶ λίθῳ τιμίῳ, καὶ μαργαρίτῃ! SR, WH λεγοντεσ ουαι ουαι η πολισ μενη βυσσινον και πορφυρουν και κοκκινον και κεχρυσωμενον εν χρυσω και λιθω τιμιω και μαργαριτη ℵ ; λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη περιβεβλημενη κοκκινον και πορφυρουν και βυσσινον και κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριτη A ; λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη η περιβεβλημενη βυσσινον και πορφυρουν και κοκκινον και κεχρυσωμενη εν χρυσιω και λιθω τιμιω και μαργαριτη C ; Καὶ λέγοντες, Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον, καὶ πορφυροῦν, καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσῷ, καὶ λίθῳ τιμίῳ, καὶ μαργαρίταις! KJTR, ST ; καὶ λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις· RP (substitution)
17 Ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.’ Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν, RP, SR, WH οτι μια ωρα ηρημωθη ο τοσουτοσ πλουτοσ και πασ κυβερνητησ και πασ ο επι τον τοπον πλεω και ναυται και οσοι την θαλασσαν εργαζονται απο μακροθεν εστησαν ℵ ; οτι μια ωρα ηρημωθη ο τοσουτοσ πλουτοσ και πασ κυβερνητησ και πασ ο επι τοπον πλεων και ναυται και οσοι την θαλασσαν εργαζονται απο μακροθεν εστησαν A, C ; Ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ἐπὶ τῶν πλοίων ὁ ὅμιλος, καὶ ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν, KJTR, ST (substitution)
18 καὶ ἔκραξαν, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, ‘Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;’
εκραζον ] και εκραζον λεγοτεσ τον καπνον τησ πυρωσεωσ αυτησ λεγοντεσ τισ ομοια τη πολι τη μεγαλη ℵ ; και εκραζον βλεποτεσ τον καπνον τησ πυρωσεωσ αυτησ λεγοντεσ τισ ομοια τη πολι τη μεγαλη ℵc ; και εκραξαν βλεποντεσ τον τοπον τησ πυρωσεωσ αυτησ λεγοντεσ τισ ομοια τη πολει τη μεγαλη A ; και εκραξαν βλεποντεσ τον καπνον τησ πυρωσεωσ αυτησ λεγοντεσ ομοια τη πολι ταυτη τη μεγαλη C ; Καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ! KJTR, RP ; καὶ ἔκραζον ὁρῶντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; ST (substitution)
19 Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραξαν, κλαίοντες καὶ πενθοῦντες λέγοντες, ‘Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς! Ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.’
εκραζον ] και εβαλον χουν επι τησ κεφαλησ αυτων και εκραζον κλαιοντεσ και πενθουντεσ λεγοντεσ ουαι η πολισ η μεγαλη εν η επλουτησαν παντεσ οι εχοντεσ τα πλοια εν τη θαλασση εκ τησ τιμιοτητοσ αυτησ οτι μια ωρα ηρημωθη ℵ ; και επεβαλον χουν επι τασ κεφαλασ αυτων και εκραξα λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη εν η επλουτησαν παντεσ οι εχοντεσ |τα πλοια εν τη θαλασση εκ τησ τιμιοτητοσ αυτησ οτι μια ωρα ηρημωθη A ; και εβαλαν χουν επι τασ κεφαλασ εαυτων και εκραξαν κλαιοντεσ και πενθουντεσ λεγοντεσ ουαι ουαι η πολισ η μεγαλη εν η επλουτησαν παντεσ οι εχοντεσ τα πλοια εν τη θαλασση εκ τησ τιμοτητοσ εαυτησ οτι μια ωρα ηρημωθη C ; Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον, κλαίοντες καὶ πενθοῦντες, λέγοντες, Οὐαὶ, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς! ὅτι μιᾷ ὥρᾳ ἠρημώθη. KJTR, ST ; Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες, Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη. RP (substitution)
20 Εὐφραίνου ἐπʼ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ ˚Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.”
Εὐφραίνου ἐπʼ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. RP, SR, WH ευφρενου επ αυτη ουραναι και οι αγιοι και οι αποστολοι και οι προφηται οτι εκρινε ο θσ το κριμα υμω εξ αυτησ ℵ ; ευφραινου εν αυτη ουνε και οι αγιοι και οι αποστολοι και οι προφηται οτι εκρινεν ο θσ το κριμα υμω εξ αυτησ A ; ευφραινου επ αυτη ουρανε και οι αγιοι αποστολοι και οι προφηται οτι εκρινεν ο θσ το κριμα υμων εξ αυτησ C ; Εὐφραίνου ἐπʼ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι ἀπόστολοι καὶ οἱ προφῆται· ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. KJTR ; Εὐφραίνου ἐπʼ αὐτὴν οὐρανὲ, καὶ οἱ ἅγιοι ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρῖμα ὑμῶν ἐξ αὐτῆς. ST (substitution)
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς λίθον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, “Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
¶Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς λίθον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, “Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. SR και ηρεν εισ αγγελοσ λιθον ισχυρο ωσ λιθον μεγα και εβαλεν εισ τη θαλασσαν λεγω οτι ουτωσ ορμη|ματι βληθησεται βαβυλων η μεγαλη πολισ και ου μη ευρεθη ετι εν αυτη ℵ ; και ηρεν εισ αγγελοσ λιθον ωσ μυλινον μεγαν και εβαλεν εισ την θαλασσαν λεγων ουτωσ ορμηματι βληθησεται βαβυλων η μεγαλη πολισ και ου μη ευρεθη ετι A ; και ηρεν εισ αγγελοσ ισχυροσ λιθον ωσ μυλικον μεγα και εβαλεν εισ την θαλασσαν λεγων ουτωσ ορμηματι βληθησεται βαβυλων η μεγαλη πολισ και ου μη ευρεθη ετι C ; Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. KJTR, RP, ST ; ¶Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. WH (substitution)
22 Καὶ φωνὴ κιθαρῳδῶν, καὶ μουσικῶν, καὶ αὐλητῶν, καὶ σαλπιστῶν, οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
Καὶ φωνὴ κιθαρῳδῶν, καὶ μουσικῶν, καὶ αὐλητῶν, καὶ σαλπιστῶν, οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· καὶ πᾶς τεχνίτης, πάσης τέχνης, οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι· καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· KJTR, RP, SR, ST, WH φωνη κιθαρωδων και μουσικων και αυλητω και σαλπιγγων ου μη ακουσθη εν σοι ετι και πασ τεχνιτησ ου μη ευρεθη εν σοι ετι ℵ ; και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων ου μη ακουσθη εν σοι ετι και πασ τεχνιτησ ου μη ευρεθη εν σοι ετι και φωνη μυλου ου μη ακουσθη εν σοι ετι A ; και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων ου μη ακουσθη εν σοι ετι και πασ τεχνιτησ πασησ τεχνησ ου μη ευρεθη εν σοι ετι και φωνη μυθου ου μη ακουσθη εν σοι ετι C (substitution)
23 καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
Καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι· καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι: ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς· ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη. KJTR, RP, SR, ST και φωσ λυχνου ου μη φανη εν σοι ετι και φωνην νυμφιου και νυμφησ ου μη ακουσθη εν σοι ετι οτι οι εμποροι σου ησαν οι μεγιστανεσ τησ γησ οτι εν τη φαρμακια σου επλανηθησαν παντα τα εθνη ℵ ; και φωνη νυμφιου και νυμφησ ου μη ακουσθη εν σοι ετι οτι εμποροι σου ησαν οι μεγιστανεσ τησ γησ οτι εν τη φαρμακια σου επλανηθησαν παντα τα εθνη A ; και φωσ λυχνου ου μη φανη σοι ετι και φωνη νυμφιου και φωνη νυμφησ ου μη ακουσθη εν σοι ετι οτι οι εμποροι σου ησαν οι μεγιστανεσ τησ γησ οτι εν τη φαρμακια σου επλανηθησαν παντα τα εθνη C ; καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι [οἱ] ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακίᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, WH (substitution)
24 Καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.”
Καὶ ἐν αὐτῇ αἷμα προφητῶν, καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς. KJTR, SR, ST, WH και εν αυτη αιμα προφητων και αγιων ευρεθη και παντων των εσφαγμενων επι τησ γησ A, ℵ ; και εν αυτη αιμα προφητω και αγιων ευρεθη και παντων των εσφαγμενω επι τησ γησ C ; Καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς. RP (substitution)