Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, “Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.”
οι δε αρχιερεισ λαβοντεσ τα αργυρια ειπαν ουκ εξεστι βαλειν αυτα εισ τον κορβαν επει τιμη αιματοσ εστιν B ; Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, εἶπον, Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. KJTR, RP, SR ; οι δε αρχιερεισ λαβοντεσ τα αργυρια ειπον ουκ εξεστι βαλιν αυτα εισ το κορβαναν επι τιμη αιματοσ εστι ℵ ; οι δε αρχιερεισ λαβοντεσ τα αργυρια ειπον ουκ εξεστιν βαλειν αυτα εισ τον κορβαναν επι τιμη αιματοσ εστιν A ; οι δε αρχιερεισ λαβοντεσ τα αργυρια ειπο ουκ εστιν βαλιν αυτα εισ τον κορβαναν επι τιμη αιματοσ εστιν W ; οι δε αρχιερεισ λαβοντεσ τα αργυρια ειπον ουκ εξεστιν βαλειν αυτα εισ τον κορβαναν επει τιμη αιματοσ εστιν C ; Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν· ἐπεὶ τιμὴ αἵματός ἐστι. ST ; Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· WH (substitution)