Περὶ δὲ τὴν ἐνάτην ὥραν, ἐβόησεν ὁ ˚Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, “Ἐλωί, Ἐλωί, λεμὰ σαβαχθάνι;” Τοῦτʼ ἔστιν, “˚Θεέ μου, ˚Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;”
ανεβοησεν ] περι δε την ενατην ωραν ανεβοησεν ο ισ φωνη μεγαλη λεγω ελωι ελωι λεμα σαβαχθανει τουτ εστιν θε μου θε μου ινα τι με εγκατελιπεσ ℵ ; περι δε την ενατην ωραν ανεβοησεν ο ισ φωνη μεγαλη λεγων ηλι ηλι λιμα σαβαχθανει τουτ εστι θε μου θε μου ινα τι με ενκατελειπεσ A ; περι δε την ενατην ωραν εβοησεν ο ισ φωνη μεγαλη λεγων ελωει ελωει λεμα σαβακτανει τουτ εστιν θεε μου θεε μου ινα τι με εγκατελιπεσ B ; περι δε την ενατην ωραν εβοησεν ο ισ φωνη μεγαλη λεγων ηλι ηλι μα σαβαχθανει τουτ εστιν a μου θεε μου ινα τι με ενκατελειπεσ W ; περι δε την εννατην ωραν ανεβοησεν ιησ φωνη μεγαλη λεγων ηλει ηλει λαμα ζαφθανει τουτ εστιν θε μου θε μου ινα τι με ενκατελιπεσ D ; Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἠλί, Ἠλί, λαμὰ σαβαχθανί; τοῦτʼ ἔστιν, Θεέ μου, Θεέ μου, ἱνα τί με ἐγκατέλιπες; KJTR ; Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἠλί, Ἠλί, λιμὰ σαβαχθανί; Τοῦτʼ ἔστιν, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; RP ; περὶ δὲ τὴν ἐννάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, Ἠλὶ Ἠλὶ, λαμὰ σαβαχθανί; τοῦτʼ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες; ST ; περὶ δὲ τὴν ἐνάτην ὥραν ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων Ἐλωί ἐλωί λεμὰ σαβαχθανεί; τοῦτʼ ἔστιν Θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες; WH (substitution)
ηλι ηλι ] ελωι ελωι (substitution)
σαβαχθανι ] σαβαχθανει (substitution)