Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ˚Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ, πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
¶Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ˚Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ, πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. SR, WH και συναγονται οι αποστολοι προσ τον ιν και απηγγιλαν αυτω παντα οσα εποιησαν και εδιδαξαν C, ℵ ; και συναγονται οι αποστολοι προσ τον ιν και απηγγειλαν αυτω παντα και οσα εποιησα και οσα εδιδαξαν A ; και συναγονται οι αποστολοι προσ τον ιν και απηγγειλαν αυτω παντα οσα εποιησαν και οσα εδιδαξαν B ; και συναγονται οι αποστολοι προσ τον ιν και απηγγειλον αυτω παντα και οσα εποιησεν και εδιδασκεν W ; και συναγονται οι αποστολοι προσ τον ιην και απηγγειλαν αυτω παντα οσα εποιησαν και οσα εδιδαξαν D ; Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν, καὶ ὅσα ἐδίδαξαν. KJTR, RP, ST (substitution)