Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου, νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάβαστρον, κατέχεεν αὐτοῦ τῆς κεφαλῆς.
¶Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου, νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάβαστρον, κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. SR, WH και οντοσ αυτου εν βηθανια εν οικια σιμωνοσ του λεπρου κατακειμενου αυτου ηλθεν γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικησ πολυτελουσ συντριψασα τον αλαβαστρον κατεχεεν αυτου τησ κεφαλησ ℵ ; και οντοσ αυτου εν βηθανια εν τη οικια σιμωνοσ του λεπρου κατακειμενου αυτου ηλθεν γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικησ πολυτειμου και συντριψασα τον αλαβαστρο κατεχεεν αυτου κατα τησ κεφαλησ A ; και οντοσ αυτου εν βηθανια εν τη οικια σιμωνοσ του λεπρου κατακειμενου αυτου ηλθε γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικησ πολυτελουσ συντριψασα τη αλαβαστρον κατεχεεν αυτου τησ κεφαλησ B ; και οντοσ αυτου εν βηθανια εν τη οικεια σιμωνοσ του λεπρου κατακειμενου αυτου γυνη προσηλθεν εχουσα αλαβαστρον μυρου ναρδου πιστικησ πολυτιμου και συντριψασα το αλαβαστρο κατεχεεν αυτου τησ κεφαλησ W ; και οντοσ αυτου εν βηθανια εν τη οικια σιμωνοσ του λεπρου κατακειμενου αυτου ηλθεν γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικησ πολυτελουσ και συντριψασα την αλαβαστρον κατεχεεν αυτου τησ κεφαλησ C ; και οντοσ του ιηυ εν βηθανια εν τη οικια σιμωνοσ του λεπρου κατακειμενου αυτου ηλθεν γυγη εχουσα αλαβαστρον μυρου και θραυσασα τον αλαβαστρον κατεχεεν επι τησ κεφαλησ αυτου D ; ¶Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. KJTR, RP ; ¶Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου, νάρδου πιστικῆς πολυτελοῦς· καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. ST (substitution)