1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, “Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί!”
¶Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί! KJTR, RP, SR, ST, WH και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εισ των μαθητων αυτου διδασκαλε διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι ℵ ; και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εισ των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι ℵc ; και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εισ εκ των μαθητων αυτω διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι A ; και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εισ εκ των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι Ac ; και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εισ των μαθητω αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι B ; και εκπορευομενου αυτου εκ του ιερου \λεγει αυτω εισ των μαθητων αυτου διδασκαλε ποταποι λιθοι και ποταπε οικοδομαι W ; και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εισ εκ των μαθητων αυτου διδασκαλε ειδε ποδαποι λιθοι και ποδαπαι οικοδομαι του ιερου D (substitution)
2 Καὶ ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ.”
Καὶ ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ.” SR, WH και ο ισ ειπεν αυτω βλεπισ ταυτασ τασ μεγαλασ οικοδομασ ου μη αφεθη ωδε λιθοσ επι λιθον οσ ου καταλυθησετε ℵ ; και αποκριθεισ ο ισ ειπε αυτω βλεπεισ ταυτασ τασ μεγαλασ οικοδομασ ου μη αφεθη λιθοσ επι λιθω οσ ου μη καταλυθη A ; και ο ισ ειπεν αυτω βλεπεισ ταυτασ τασ μεγαλασ οικοδομασ ου μη αφεθη ωδε λιθοσ επι λιθο οσ ου μη καταλυθη B ; και αποκριθεισ ειπεν αυτω βλεπεισ ταυτασ τασ μεγαλασ οικοδομασ ου μη αφεθη ωδε λιθοσ επι λιθον οσ ου μη αφεθη ουδε διαλυθησεται και δια τριων ημερων αλλοσ αναστησεται ανευ χειρω W ; και αποκριθεισ ειπεν αυτοισ ο ιησ βλεπετε ταυτασ τασ μεγαλασ οικοδομασ αμην λεγω υμειν οτι ου μη αφεθη ωδε λιθοσ επι λιθον οσ ου μη καταλυθη και δια τριων ημερων αλλοσ αναστησεται ανευ χειρων D ; και αποκριθεισ ειπεν αυτοισ ο ιησ βλεπετε ταυτασ τασ μεγαλασ οικοδομασ αμην λεγω υμειν οτι ου μη αφεθη ωδε λιθοσ επι λιθω οσ ου μη καταλυθη και δια τριων ημερων αλλοσ αναστησεται ανευ χειρων Dc ; Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῷ, ὃς οὐ μὴ καταλυθῇ. KJTR, RP, ST (addition)
3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Ἀνδρέας,
¶Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Ἀνδρέας, SR και καθημενου αυτου εισ το οροσ τω ελαιων κατεναντι του ιερου επηρωτα αυτον κατ ιδιαν ο πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ ℵ ; και καθημενου αυτου εισ το οροσ τω ελαιων κατεναντι του ιερου επηρωτα αυτον κατ ιδιαν ο πετροσ και ιακωβοσ και ιωανησ και ανδρεασ ℵc ; και καθημενου αυτου εισ το οροσ των ελαιων κατεναντι του ιερου επερωτων αυτον κατ ιδιαν πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ A ; και καθημενου αυτου εισ το οροσ των ελαιω κατεναντι του ιερου επηρωτα αυτον καθ ιδιαν πετροσ και ιακωβοσ και ιωανησ και ανδρεασ B ; καθημενου δε αυτου εισ το οροσ των ελεων κατεναντι του ιερου επηρωτα αυτον κατ ιδιαν πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ W ; και καθημενου αυτου εισ το οροσ των ελαιων κατεναντι του ιερου επηρωτων αυτον κατ ειδιαν ο πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ D ; Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, KJTR, RP, ST ; Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάνης καὶ Ἀνδρέας WH (substitution)
4 “Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;”
ειπον ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα συντελεισθαι παντα B, SR, WH ειπον ημι ποτε ταυτα εσται και τι το σημιον οταν μελλη ταυτα συντελισθαι παντα ℵ ; ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα παντα συντελεισθαι A ; ειπον ημιν ποτε ταυτα εσται και τι το σημιον οτα μελλη ταυτα συντελεισθαι W ; ειπον ημειν ποτε ταυτα εσται και τι το σημιο οταν μελλει παντα ταυτα συντελεισθαι D ; Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; KJTR, RP, ST (substitution)
5 Ὁ δὲ ˚Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς, “Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ.
ο δε ισ αποκριθεισ αυτοισ ηρξατο \λεγειν βλεπετε μη τισ υμασ πλανηση A ; ο δε ισ ηρξατο λεγειν αυτοισ βλεπετε μη τισ υμασ πλανηση B ; και αποκριθεισ αυτοισ ο ισ ηρξατο λεγει βλεπεται μη τισ υμασ πλανηση W ; και αποκριθεισ ο ιησ ειπεν αυτοισ βλεπετε μη τεισ υμασ πλανησει D ; Ὁ δὲ ˚Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς, “Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. SR, WH ; ο δε ισ ηρξατο λεγιν αυτοισ βλεπετε μη τισ υμασ πλανηση ℵ ; Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ: KJTR, RP, ST (substitution)
6 Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ὅτι ‘Ἐγώ εἰμι’, καὶ πολλοὺς πλανήσουσιν.
Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ὅτι ‘Ἐγώ εἰμι’, καὶ πολλοὺς πλανήσουσιν. SR, WH πολλοι ελευσονται επι τω ονοματι μου λεγοντεσ οτι εγω ειμι και πολλουσ πλανησουσιν B, ℵ ; πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ οτι εγω ειμι και πολλουσ πλανησουσιν A ; πολλοι ελευσονται επι τω ονοματι μου λεγοντεσ οτι εγω ειμει ο χσ και πολλουσ πλανησουσιν W ; πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ εγω ειμι και πολλου πλανησουσιν D ; Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν. KJTR, RP, ST (substitution)
7 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος.
Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος. SR, WH οταν δε ακουσητε πολεμουσ και ακοασ πολεμων ορατε μη θροεισθε δει γενεσθαι αλλ ουπω το τελοσ ℵ ; οταν δε ακουσητε πολεμουσ και ακοασ πολεμων μη θροεισθαι δει γαρ γενεσθαι αλλ ουπω το τελοσ A ; οταν δε ακουητε πολεμουσ και ακοασ πολεμων μη θροεισθε δει γενεσθαι αλλ ουπω το τελοσ B ; οταν δε ακουσηται πολεμυσ και ακοασ πολεμων μη θροεισθαι δει γενεσθαι αλλ ουπω το τελοσ W ; οταν δε ακουσηται πολεμουσ και ακοασ πολεμων μη θροεισθαι δει γενεσθαι αλλ ουπω το τελοσ Wc ; οταν δε ακουσητε πολεμουσ και ακοασ πολεμων μη θροεισθαι δει γαρ γενεσθαι αλλα ουπω το τελοσ D ; Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε: δεῖ γὰρ γενέσθαι· ἀλλʼ οὔπω τὸ τέλος. KJTR, RP, ST (substitution)
8 Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα.
Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα. SR εγερθησετε γαρ εθνοσ επ εθνοσ και βασιλειαν εσονται σισμοι αρχη ωδινων ταυτα ℵ ; εγερθησεται γαρ εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν και εσονται σισμοι κατα τοπουσ και εσονται λιμοι κα ταραχαι αρχαι ωδινων ταυτα A ; εγερθησεται γαρ εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν και εσονται σισμοι κατα τοπουσ και εσονται λιμοι και ταραχαι αρχαι ωδινων ταυτα Ac ; εγερθησεται γαρ εθνοσ επ εθνοσ και βασιλεια επι βασιλειαν εσονται σεισμοι κατα τοπουσ εσονται λειμοι αρχη |ωδεινων ταυτα B ; εγερθησεται εθνοσ επι εθνοσ και βασιλεια επι βασειλιαν εσονται σισμοι κατα τοπουσ λιμοι ταραχαι W ; εγερθησεται γαρ εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν εσονται σεισμοι κατα τοπουσ και λειμοι αρχη ωδεινων ταυτα D ; Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν: καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί: ἀρχαὶ ὠδίνων ταῦτα. KJTR, RP, ST ; ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα. WH (substitution)
9 Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.
¶Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. SR, WH |βλεπετε δε υμεισ παραδωσουσιν γαρ υμασ εισ συνεδρια και εισ συναγωγασ δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εισ μαρτυριον αυτοισ ℵ ; βλεπετε δε υμεισ εαυτουσ παραδωσουσιν γαρ υμασ εισ συνεδρια και εισ συναγωγασ δαρησεσθαι και επι ηγεμονων δε και βασιλεων σταθησεσθαι ενεκεν εμου εισ μαρτυριον αυτοισ A ; βλεπετε δε υμεισ εαυτουσ παραδωσουσιν υμασ εισ συνεδρια και εισ συαγωγασ δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκα εμου εισ μαρτυριον αυτοισ B ; και δωσουσιν υμασ εισ συνεδρια και εισ συναγωγασ δαρησεσθαι και επι ηγεμονων και βασιλεων σταθησεσθαι ενεκεν εμου εισ μαρτυριον αυτοισ W ; ειτα υμασ αυτουσ παραδωσουσιν εισ συνεδρια και εισ συναγωγασ δαρησεσθαι και επι ηγεμονων και βασιλεων σταθησεσθαι ενεκεν εμου εισ μαρτυριον αυτοισ D ; ¶Βλέπετε δὲ ὑμεῖς ἑαυτούς: παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια· καὶ εἰς συναγωγὰς δαρήσεσθε: καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. KJTR ; ¶Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. RP ; Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. ST (substitution)
10 Καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
Καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον. SR, WH και εισ παντα τα εθνη προσ τον λαον δει κηρυχθηναι το ευαγγελιον ℵ ; και εισ παντα τα εθνη πρωτον δει κηρυχθηναι το ευαγγελιον ℵc ; και εισ παντα τα εθνη δει πρωτο κηρυχθηναι το ευαγγελιον A ; και εισ πατα τα εθνη πρωτον δει κηρυχθηναι το ευαγγελιον B ; και εισ παντα τα εθνη πρωτον δε δει κηρυχθηναι το ευαγγελιον W ; και εισ παντα εθνη πρωτον δει κηρυχθηναι το ευαγγελιον εν πασι τοισ εθνεσιν D ; Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. KJTR, RP, ST (substitution)
11 Καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ ˚Πνεῦμα τὸ Ἅγιον.
Καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ ˚Πνεῦμα τὸ Ἅγιον. SR, WH και οταν αγωσιν υμασ παραδιδοντεσ μη προμεριμναται τι λαλησητε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλιτε ου γαρ εστε υμισ οι λαλουτεσ αλλα το πνα το αγιον ℵ ; οταν δε αγωσιν υμασ παραδιδοτεσ μη προμεριμναται τι λαλησηται μηδε μελετατε αλλ ο αν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ εσται υμεισ οι λαλουντεσ αλλα το πνα το αγιον A ; και οταν αγωσιν υμασ παραδιδοντεσ μη προμεριμνατε τι λαλησητε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ εστε υμεισ οι λαλουντεσ αλλα το πνευμα το αγιον B ; οταν δε αγωσιν υμασ παραδιδοντεσ μη προμεριμνατε τι λαλησηται αλλ ο αν δοθη υμιν εν ε\κεινη τη ωρα εκεινο λαλειται ου γαρ εσται υμεισ οι λαλουντεσ αλλα το πνα το αγιο W ; και οταν αγωσιν υμασ παραδιδοντεσ μη προμεριμνατε τι λαλησητε αλλα ο αν δοθη υμων εν εκεινη τη ωρα αυτο λαλειτε ου γαρ εστε υμεισ οι λαλουντεσ αλλα το πνα το αγιον D ; και οταν αγωσιν υμασ παραδιδοντεσ μη προμεριμνατε τι λαλησητε αλλα ο αν δοθη υμειν εν εκεινη τη ωρα αυτο λαλειτε ου γαρ εστε υμεισ οι λαλουντεσ αλλα το πνα το αγιον Dc ; Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς, παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε: ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε: οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. KJTR, RP, ST (substitution)
12 Καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
Καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. SR, WH και παραδωσει αδελφοσ αδελφον εισ θανατον και πατηρ τεκνο και επαναστησοται τεκνα επι γονισ και θανατωσουσι αυτουσ ℵ ; παραδωσει δε αδελφοσ αδελφον εισ θανατον και πηρ τεκνον και επαναστησοται τεκνα επι γονεισ και θανατωσουσιν αυτουσ A ; και παραδωσει αδελφοσ αδελφον εισ θανατον και πατηρ τεκνον και επαναστησεται τεκνα επι γονεισ και θανατωσουσιν αυτουσ B ; παραδωσει δε αδελφοσ αδελφον εισ θανατον και πηρ τεκνον και αναστησοται τεκνα επι γονεισ και θανατωσουσι αυτουσ W ; και παραδωσει αδελφοσ αδελφον εισ θανατο και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεισ και θανατωσουσιν αυτουσ D ; Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. KJTR, RP, ST (substitution)
13 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου: ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. KJTR, RP, SR, ST, WH και εσεσθε μισουμενοι υπο πατων δια το ονομα μου ο δε υπομινασ εισ τελοσ ουτοσ σωθησεται ℵ ; και εσεσθαι μεισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινασ εισ τελοσ ουτοσ σωθησεται A, D ; και εσεσθε μεισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινασ εισσ τελοσ ουτοσ σωθησεται B ; και εσεσθαι μισουμενοι υπο πατων δια το ονομα μου ο δε υπομεινασ εισ τελοσ σωθησεται W (substitution)
14 Ὅταν δὲ ἴδητε ‘τὸ βδέλυγμα τῆς ἐρημώσεως’, ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη,
¶Ὅταν δὲ ἴδητε ‘τὸ βδέλυγμα τῆς ἐρημώσεως’, ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη, SR, WH οταν δε ιδητε το βδελυγμα τησ ερημωσεωσ εστηκοτα οπου ου δι ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη ℵ ; οταν δε ιδητε το βδελυγμα τησ ερημωσεωσ το ρηθεν υπο δανιηλ του προφητου εστοσ οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσα εισ τα ορη A ; οταν δε ιδητε το βδελυγμα τησ ερημωσεωσ εστηκοτα οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη B ; οταν δε ειδηται το βδελυγμα τησ ερημωσεωσ στηκον οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη W ; οταν δε ειδητε το βδελυγμα τησ ερημωσεωσ εστηκοσ οπου ου δει ο αναγεινωσκων νοειτω τι αναγεινωσκει τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη D ; ¶Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ὅπου οὐ δεῖ, (ὁ ἀναγινώσκων νοείτω,) τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη: KJTR, RP ; ¶Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ὅπου οὐ δεῖ, (ὁ ἀναγινώσκων νοείτω,) τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ST (substitution)
15 ὁ δὲ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,
δε ] ο δε επι του δωματοσ μη καταβατω μηδε εισελθατω αραι τι εκ τησ οικιασ αυτου ℵ ; ο δε επι του δωματοσ μη καταβατω εισ την οικιαν μηδε εισελθατω αραι τι εκ τησ οικιασ αυτου A ; ο επι του δωματοσ μη καταβατω μηδε εισελθετω τι αραι εκ τησ οικιασ αυτου B ; ο δε επι του δωματοσ μη καταβατω εισ την οικειαν μηδε εισελθετω αρε εκ τησ οικειασ αυτου τι W ; και ο επι του δωματοσ μη καταβατω εισ την οικειαν μηδε εισελθατω αραι τι εκ τησ οικιασ αυτου D ; Ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω, ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ: KJTR, RP, ST ; ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ, WH (substitution)
αραι τι ] τι αραι (substitution)
16 καὶ ὁ εἰς τὸν ἀγρὸν, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ.
και ο εισ τον αγρο ων μη επιστρεψατω εισ τα οπισω αραι το ιματιον αυτου A ; καὶ ὁ εἰς τὸν ἀγρὸν, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. SR, WH ; και ο |εισ τον αγρον μη επιστρεψατω οπισω αραι το ιματιον αυτου ℵ ; και ο εισ τον αγρον μη ε\πιστρεψατω εισ τα οπισω αραι το ιματιον αυτου B ; και ο εισ τον αγρο ων μη επιστρεψατω εισ τα οπισω αρε τα ιματια αυτου W ; και ο εισ τον αγρον μη επιστρεψετω οπισω αραι το ιματειον αυτου D ; Καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. KJTR, RP, ST (substitution)
17 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις!
Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις! KJTR, RP, SR, ST, WH ουαι δε ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ B, ℵ ; ουαι δε ταισ εγ γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ A ; ουαι δε ταισ εν γαστρι εχουσαισ και θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ W ; ουαι ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζομεναισ εν εκειναισ ταισ ημεραισ D (substitution)
18 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος.
Προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος. SR, WH προσευχεσθε δε ινα μη γενηται χιμωνοσ ℵ ; προσευχεσθαι δε ινα μη γενηται |η φυγη υμων χειμωνοσ A ; προσευχεσθε δε ινα μη γενηται χειμωνοσ B ; προσευχεσθαι δε ινα μη γενηται χειμωνοσ W ; και προσευχεσθαι ινα μη χειμωνοσ γενωνται D ; Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος. KJTR, RP, ST (substitution)
19 Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονεν τοιαύτη, ἀπʼ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ ˚Θεὸς, ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται.
Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονεν τοιαύτη, ἀπʼ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ ˚Θεὸς, ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. SR, WH εσονται γαρ αι ημεραι εκειναι θλιψισ οια ου γεγονεν τοιαυτη απ αρχησ κτισεωσ ην εκτισε ο θσ εωσ του νυν ϗ ου μη γενηται ℵ ; εσονται γαρ αι ημεραι εκειναι θλιψεισ οια ου γεγονεν τοιαυτη απ αρχησ κτισεωσ ησ εκτεισε ο θσ εωσ του νυν και ου μη γενηται A ; εσονται γαρ αι ημεραι εκειναι θλειψισ οια ου γεγονεν τοιαυτη απ αρχησ κτισεωσ η εκτισεν ο θσ εωσ του νυν και ου μη γενηται B ; εσονται γαρ αι ημεραι εκειναι θλιψεισ οια ου γεγονεν τοιαυτη απ αρχησ ησ εκτισεν ο θσ εωσ του νυν και ου μη γενηται W ; \&*γαρ αι ημεραι εκειναι θλιψισ οια ου γεγονεν τοιαυτη απ αρχησ κτισεωσ ην εκτισεν ο θσ εωσ του νυ και ου μη γενηται C ; εσονται γαρ αι ημεραι εκειναι θλειψεισ οιαι ουκ εγενοντο τοιαυται απ αρχησ κτισεωσ εωσ του νυν ουδε μη γενωνται D ; Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ἣς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. KJTR, RP ; ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις οἵα οὐ γέγονε τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς, ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. ST (substitution)
20 Καὶ εἰ μὴ ἐκολόβωσεν ˚Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας.
Καὶ εἰ μὴ ἐκολόβωσεν ˚Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. SR, WH και ει μη εκολοβωσεν κσ τασ ημερασ ουκ αν εσωθη πασα σαρξ αλλα δια τουσ εκλεκτουσ ουσ εξελεξατο εκολοβωσεν τασ ημερασ ℵ ; και ει μη κσ εκολοβωσεν τασ ημερασ ουκ αν εσωθη πασα σαρξ αλλα δια τουσ εκλεκτου ουσ εξελεξατο εκολοβωσεν τασ ημερασ A ; και ει μη εκολοβωσε κσ τασ ημερασ ουκ αν εσωθη πασα σαρξ αλλα δια τουσ εκλεκτουσ ουσ εξελεξατο εκολοβωσεν τασ ημερασ B ; και ει μη εκολοβωσεν τασ ημερασ ουκ αν εσωθη πασα σαρξ αλλα δια τουσ εκλεκτουσ ουσ εξελεξατο εκολοβωσεν τασ ημερασ W ; και ει μη κσ εκολοβωσεν τασ ημερασ ουκ αν εσωθη πασα σαρξ αλλα δια τουσ εκλεκτουσ ουσ εξελεξατο εκολοβωσεν τασ ημερασ C ; και ει μη κσ εκολοβωσεν τασ ημερασ δια τουσ εκλεκτουσ αυτου ουκ αν εσωθη πασα σαρξ αλλα δια τουσ εκλεκτουσ ουσ εξελεξατο εκολοβωσεν τασ ημερασ D ; Καὶ εἰ μὴ Κύριος ἐκολόβωσεν τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ: ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. KJTR, RP ; καὶ εἰ μὴ Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας. ST (substitution)
21 Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ‘Ἴδε, ὧδε ὁ ˚Χριστός’, ἢ ‘Ἴδε, ἐκεῖ’, μὴ πιστεύετε.
και τοτε εαν τισ υμιν ειπη ιδου ωδε ο χσ η εκει μη πιστευετε C ; Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ‘Ἴδε, ὧδε ὁ ˚Χριστός’, ἢ ‘Ἴδε, ἐκεῖ’, μὴ πιστεύετε. SR ; και τοτε εαν τισ υμι ειπη ειδε ωδε ο χσ ειδε εκει μη πιστευετε ℵ ; και τοτε εα τισ υμιν ειπη ιδου ωδε ο χσ η ιδου εκει μη πιστευεται A ; και τοτε εαν τισ υμι ειπη ιδε ωδε ο χσ και ιδε εκει μη πιστευετε B ; και τοτε εαν τισ υμιν ειπη ειδου ωδε ο κσ ειδου εκει μη πιστευεται W ; και τοτε αν τισ υμειν ειπη ιδου ωδε ο χρσ η ειδε εκει μη πιστευετε D ; Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἴδού, ὧδε ὁ Χριστός· ἢ, Ἰδού, ἐκεῖ· μὴ πιστεύετε: KJTR ; Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ χριστός, ἢ Ἰδού, ἐκεῖ, μὴ πιστεύετε. RP ; ¶Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἢ ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. ST ; Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ Ἴδε ὧδε ὁ χριστός Ἴδε ἐκεῖ, μὴ πιστεύετε· WH (substitution)
22 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς.
Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς. SR, WH εγερθησοται δε ψευδοχριστοι και ψευδοπροφητε και δωσουσιν σημια και τερατα προσ το αποπλανα ει δυνατον τουσ εκλεκτουσ ℵ ; εγερθησονται γαρ φευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προσ το αποπλαναν ει δυνατον και τουσ εκλεκτουσ A ; εγερθησονται γαρ ψευδοχρειστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προσ το αποπλαναν ει δυνατον τουσ εκλεκτουσ B ; εγερθησονται γαρ πολλοι ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημια και τερατα προσ το πλαναν ει δυνατον και τουσ εκλεκτουσ W ; εγερθησονται δε ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προσ το αποπλαναν ει δυνατον και τουσ εκλεκτουσ C ; εγερθησονται γαρ ψευδοπροφηται και ποιησουσιν σημεια και τερατα προσ το αποπλαναν ει δυνατον τουσ εκλεκτουσ D ; Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. KJTR, RP ; ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. ST (substitution)
23 Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ, προείρηκα ὑμῖν πάντα.
Ὑμεῖς δὲ βλέπετε: ἰδού, προείρηκα ὑμῖν πάντα. KJTR, RP, SR, ST υμεισ δε βλεπετε ιδου προειρηκα υμιν παντα C, ℵ ; υμεισ δε βλεπεται ιδου προειρηκα υμιν απαντα A ; υμεισ δε βλεπετε προειρηκα υμιν παντα B, W ; υμεισ δε βλεπετε ιδου προειρηκα υμειν παντα D ; ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα. WH (substitution)
24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ‘ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς’,
¶Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ‘ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς’, SR, WH αλλα εν εκειναισ ταισ ημεραισ μετα τη θλιψιν εκεινην ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσι το φεγγοσ αυτησ ℵ ; αλλ εν εκειναισ ταισ ημεραισ μετα την θλιψιν εκεινην ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ A ; αλλα εν εκειναισ ταισ ημεραισ μετα την θλειψιν εκεινην ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ B ; αλλα εν εκειναισ ταισ ημεραισ μετα την θλιψιν εκεινην ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσι το φεγγοσ αυτησ W ; αλλα εν εκειναισ ταισ ημεραισ μετα την θλιψιν εκεινην ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ C ; αλλα εν εκειναισ ταισ ημεραισ μετα την θλειψειν εκεινην ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ D ; ¶Ἀλλʼ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, KJTR, RP, ST (substitution)
25 ‘καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες’, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
‘καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες’, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. SR, WH και οι αστερεσ εσονται εκ του ουρανου πιπτοντεσ και αι δυναμεισ αι \εν τοισ ουνοισ σαλευθησονται ℵ ; και οι αστερεσ εσονται εκ του ουνου εκπιπτοντεσ και αι δυναμεισ αι εν τοισ ουνοισ σαλευθησονται A ; και οι αστερεσ εσονται εκ του ουρανου πειπτοντεσ και αι δυναμεισ αι εν τοισ ουρανοισ σαλευθησον|ται B ; και οι αστερεσ εκ του ουρανου πεσουντε και αι δυναμεισ εν a σαλευθησονται W ; και οι αστερεσ εσονται εκ του ουρανου πιπτοντεσ και αι δυναμεισ αι εν τοισ ουρανοισ σαλευθησονται C ; και οι αστεραισ οι εκ του ουρανου εσονται πειπτοντεσ και αι δυναμισ των ουρανων σαλευθησονται D ; Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. KJTR, RP, ST (substitution)
26 Καὶ τότε ὄψονται ‘τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις’, μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. KJTR, RP, SR, ST, WH και τοτε οψονται τον υν του ανθρωπου ερχομενον εν νεφελαισ μετα δυναμεωσ πολλησ και δοξησ ℵ ; και τοτε οψονται τον υν του ανου ερχομενον εν νεφελαισ μετα δυναμεωσ και δοξησ πολλησ A ; και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαισ μετα δυναμεωσ πολλησ και δοξησ B ; και τοτε οψονται το υιον του ανου ερχομενον εν νεφελη μετα δυναμεωσ πολλησ και δοξησ W ; και τοτε οψονται τον υν του ανου ερχομενον εν νεφελαισ μετα δυναμεωσ πολλησ και δοξησ C ; και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων μετα δυναμεωσ πολλησ και δοξησ D (substitution)
27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ, ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ, ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. SR, WH και τοτε αποστελλι τουσ αγγελουσ αυτου και επισυναξει τουσ εκλεκτουσ αυτου εκ τω τεσσαρων ανεμω απ ακρου γησ εωσ ακρου ουρανου ℵ ; και τοτε αποστελει τουσ αγγελουσ αυτου και επισυναξει τουσ εκλεκτουσ αυτου εκ των τεσσαρων ανεμω απ ακρου γησ εωσ ακρου ουνου A ; και τοτε αποστελει τουσ αγγελουσ και επισυναξει τουσ εκλεκτουσ αυτου εκ των τεσσαρων ανεμων απ ακρου γησ εωσ ακρου ουρανου B ; και τοτε αποστελει τουσ αγγελουσ και επισυνστρεψουσιν τουσ εκλεκτουσ εκ τω τεσσαρων ανεμων απ ακρου τησ γησ εωσ ακρων ουρανων W ; και τοτε αποστελει τουσ αγγελουσ αυτου και επισυναξει τουσ εκλεκτουσ αυτου εκ των τεσσαρω ανεμων απ ακρου γησ εωσ ακρου ουρανου C ; και τοτε αποστελει τουσ αγγελουσ και επισυναξει τουσ εκλεκτουσ εκ των $δ ανεμων απ ακρων γησ εωσ ακρου ουρανου D ; Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. KJTR, RP, ST (substitution)
28 Ἀπὸ δὲ τῆς συκῆς, μάθετε τὴν παραβολήν: ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν.
¶Ἀπὸ δὲ τῆς συκῆς, μάθετε τὴν παραβολήν: ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. SR, WH απο δε τησ συκησ μαθετε την παραβολην οταν ηδη ο κλαδοσ αυτησ απαλοσ γενηται ϗ εκφυη τα φυλλα γινωσκετε οτι εγγυσ το θεροσ εστι ℵ ; απο δε τησ συκησ μαθετε τη παραβολην οταν ηδη ο κλαδοσ αυτησ απαλοσ γενηται και εκφυη τα φυλλα γεινωσκετε οτι εγγυσ το θεροσ εστιν A ; απο δε τησ συκησ μαθετε την παραβολην οταν ηδη ο κλαδοσ αυτησ απαλοσ γενηται και εκφυη τα φυλλα γεινωσκετε οτι εγγυσ το θεροσ εστι B ; απο δε τησ συκησ μαθετε την παραβολην οταν αυτησ ο κλαδοσ απαλοσ γενηται και εκφυη τα φυλλα γινωσκεται οτι εγγυσ το θεροσ εστι W ; απο δε τησ συκησ μαθετε την παραβολην οταν ηδη ο κλαδοσ αυτησ απαλοσ γενηται και εκφυη τα φυλλα γινωσκετε οτι εγγυ το θεροσ εστιν C ; απο δε τησ συκησ μαθεται την παραβολην οταν ηδη ο κλαδοσ αυτησ απαλοσ γενηται και εκφυη τα φυλλα εν αυτη γεινωσκεται οτι ηδη εγγυσ το θεροσ εστιν D ; Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· Ὅταν αὐτῆς ἤδη ὁ κλάδος ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν: KJTR, RP, ST (substitution)
29 Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. SR, WH ουτωσ και υμισ οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυσ εστιν επι θυραισ ℵ ; ουτωσ και υμεισ οταν ιδηται ταυτα γεινομενα γεινομενα γεινωσκεται οτι εγγυσ εστι επι θυραισ A ; ουτωσ και υμεισ οταν ιδηται ταυτα γεινομενα γεινωσκεται οτι εγγυσ εστι επι θυραισ Ac ; ουτωσ και υμεισ οτα ιδητε ταυτα γεινομενα γεινωσκετε οτι εγγυσ εστιν επι θυραισ B ; ουτωσ και υμεισ οταν ταυτα ειδητε γεινομενα γινωσκετε οτι εγγυσ εστιν επι θυραισ W ; ουτωσ και υμεισ οταν ειδητε ταυτα γινομενα γινωσκετε οτι εγγυσ εστιν επι θυραισ C ; ουτωσ και υμεισ οταν ειδητε παντα ταυτα γεινομενα γεινωσκεται οτι εγγυσ εστιν επι θυραισ D ; Οὕτως καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν, ἐπὶ θύραις. KJTR, RP ; οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. ST (substitution)
30 Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ ταῦτα πάντα γένηται.
Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ ταῦτα πάντα γένηται. SR, WH αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρι ταυτα παντα γενηται ℵ ; αμην λεγω υμι οτι ου μη παρελθη η γενεα αυτη μεχρισ ου παντα ταυτα γενηται A ; αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρισ οτου ταυτα παντα γενηται B ; αμην δε λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εωσ παντα ταυτα γενηται W ; αμην λεγω υμι οτι ου μη παρελθη η γενεα αυτη μεχρισ ου ταυτα παντα γενηται C ; αμην λεγω υμειν οτι ου μη παρελθη η γενεα αυτη εωσ ου παντα ταυτα γενηται D ; Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ πάντα ταῦτα γένηται. KJTR, ST ; Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρι οὗ πάντα ταῦτα γένηται. RP (substitution)
31 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
μη ] ο ουρανοσ και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελευσονται ℵ ; ο ουρανοσ και η γη παρελευσεται οι δε λογοι μου ου μη παρελθωσιν A ; ο ουρανοσ και η γη παρελευσονται οι δε λογοι μου ου παρελευσονται B ; ο ουρανοσ και η γη παρελευσετε οι δε λογοι μου ου μη παρελθωσιν W ; ο ουρανοσ και η γη παρελευσοται οι δε λογοι μου ου μη παρελθωσιν C ; ο ουρανοσ και η γη παρελευσονται οι δε λογοι μου ου παρελθωσιν D ; Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται: οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. KJTR ; Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. RP ; ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. ST ; ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ παρελεύσονται. WH (substitution)
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.
¶Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. SR, WH περι δε τησ ημερασ εκεινησ και τησ ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι ε ουρανω ουδε ο υσ ει μη ο πατηρ ℵ ; περι δε τησ ημερασ εκεινησ η ωρασ ουδεισ οιδε ουδε οι αγγελοι οι εν ουνω ουδε \ο υσ ει μη ο πηρ A ; περι δε τησ ημερασ εκεινησ η τησ ωρασ ουδεισ οιδεν ουδε αγγελοσ ε ουρανω ουδε ο υιοσ ει μη ο πατηρ B ; περι δε τησ ημερασ εκεινησ και τησ ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι οι εν ουρανω ουδε ο υσ ει μη ο πηρ W ; περι δε τησ ημερασ εκεινησ η τησ ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι οι εν ουρανω ουδε ο υσ ει μη ο πηρ C ; περι δε τησ ημερασ εκεινησ και τησ ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι εν τω ουρανω ουδε ο υιοσ ει μη ο πατηρ D ; ¶Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. KJTR, ST ; Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. RP (substitution)
33 Βλέπετε, ἀγρυπνεῖτε, καὶ προσεύχεσθε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε: οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. KJTR, RP, SR, ST βλεπετε αγρυπνιτε και προσευχεσθε ουκ οιδαται γαρ ποτε ο καιροσ εστι ℵ ; βλεπετε αγρυπνειτε και προσευχεσθαι ουκ οιδαται γαρ ποτε ο καιροσ εστιν A ; βλεπετε αγρυπνειτε ουκ οιδατε γαρ ποτε ο καιροσ εστι B ; βλεπεται δε αγρυπνιτε και προσευχεσθαι ουκ οιδατε γαρ ει μη ο πηρ και ο υιοσ ποτε ο κεροσ W ; βλεπετε αγρυπνιτε και προσευχεσθαι ουκ οιδατε γαρ ποτε ο καιροσ εστιν C ; βλεπεται ουν αγρυπνιτε ουκ οιδατε γαρ ποτε ο καιροσ D ; βλέπετε ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός [ἐστιν]· WH (addition)
34 Ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
Ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. SR, WH ωσ ανθρωποσ απο|δημοσ αφισ την οικιαν αυτου και δουσ τοισ δουλοισ αυτου την εξουσιαν εκαστω το εργο αυτου και τω θυρωρω ενετιλατο ινα γρηγορη ℵ ; ωσ ανοσ αποδημοσ αφεισ τη οικιαν αυτου και δουσ τοισ δουλοισ αυτου την εξουσιαν και θυρωρω ενετειλατο ινα γρηγορη A ; ωσ ανοσ αποδημοσ αφεισ τη οικιαν αυτου και δουσ τοισ δουλοισ αυτου την εξουσιαν και εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη Ac ; ωσ ανθρωποσ αποδημοσ αφεισ την οικια εαυτου και δουσ τοισ δουλοισ εαυτου την εξουσιαν εκαστω το εργον αυτου και τω |θυρωρω ενετειλατο ινα γρηγορη B ; ωσπερ γαρ ανοσ αποδημοσ αφεισ την οικειαν αυτου και δουσ τοισ δουλοισ αυτου την εξουσιαν και εκαστω το εργον αυτου \και τω θυρωρω ενετιλατο ινα γρηγορη W ; ωσ ανοσ αποδημοσ αφεισ την οικιαν αυτου και δουσ τοισ δουλοισ αυτου την εξουσιαν εκαστω το +εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη C ; ωσ ανθρωποσ αποδημων αφεισ την οικειαν αυτου και δουσ τοισ δουλοισ αυτου την εξουσιαν εκαστω το εργον αυτου και τω θυρουρω ενετειλατο ινα γρηγορη D ; Ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. KJTR, RP, ST (substitution)
35 Γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ, ἢ μεσονύκτιον, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ,
Γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ, ἢ μεσονύκτιον, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ, SR, WH γρηγοριτε ουν ουκ οιδατε γαρ ποτε ο κσ τησ οικιασ ερχεται η οψε η μεσονυκτιο η αλεκτοροφωνιασ η πρωι ℵ ; γρηγορειτε ου ουκ οιδαται γαρ ποτε ο κσ τησ οικιασ ερχεται οψε η μεσονυκτιου η αλεκτοροφωνιασ η πρωι A ; γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριοσ τησ οικιασ ερχεται η οψε η μεσανυκτιον η αλεκτοροφωνιασ η πρωι B ; γρηγοριται ουν ουκ οιδατε γαρ ποτε ο κσ τησ οικειασ ερχεται οψε η μεσονυκτιο η αλεκτοροφωνιασ η πρωει W ; γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κσ τησ οικιασ ερχεται η οψε η μεσονυκτιον η αλεκτοροφωνιασ η πρωι C ; γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κσ τησ οικειασ ερχεται οψε η μεσονυκτιου η αλεκτοροφωνιου η πρωι D ; Γρηγορεῖτε οὖν: οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ, ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ: KJTR, RP, ST (substitution)
36 μὴ ἐλθὼν ἐξαίφνης, εὕρῃ ὑμᾶς καθεύδοντας.
Μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. KJTR, RP, SR, ST μη ελθων εξεφνησ ευρη υμασ καθευδοτασ ℵ ; μη ελθων εξαιφνησ ευρη υμασ καθευδοντασ A ; μη ελθων εξαιφνησ ευρη υμασ καθευδοτασ B ; μη ελθω εξεφνησ ευρη υμασ καθευδοντασ W ; μη ελθων εξεφνησ ευρη υμασ καθευδοντασ C ; μη εξελθων εξεφνησ ευρη υμασ καθευδοντασ D ; μὴ ἐλθὼν ἐξέφνης εὕρῃ ὑμᾶς καθεύδοντας· WH (substitution)
37 Ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε!”
α δε υμειν λεγω πασιν λεγω γρηγορειτε A ; α δε υμιν λεγω πασιν γρηγοριται W ; ο δε υμιν λεγω πασιν λεγω γρηγορειται C ; εγω δε λεγω υμειν γρηγορειτε D ; Ἃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω, Γρηγορεῖτε. KJTR, RP ; ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω, γρηγορεῖτε. ST ; ο δε υμιν λεγω πασιν λεγω γρηγορειτε B, SR, WH, ℵ (substitution)