1 Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέως, ἐπὶ τὸ μνημεῖον ἦλθαν, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.
ηλθον ] τη δε μια των σαββατων ορθου βαθεωσ επι το μνημιον ηλθον φερουσαι α ητοιμασαν αρωματα ℵ ; τη δε μια των σαββατων ορθου βαθεωσ ηλθον επι το μνημα φερουσαι α ητοιμασαν αρωματα και τεινεσ συν αυταισ A ; τη δε μια των σαββατων ορθρου βαθεωσ επι το μνημα ηλθαν φερουσαι α ητοιμασαν αρωματα B ; τη δε μια των σαββατων ορθρου βαθεοσ ηλθον επι το μνημα φερουσαι α ητοιμασα αρωματα και τινεσ συν αυταισ W ; τη δε μια των σαββατων ορθου βαθεωσ ηλθον επι το μνημειον φερουσαι α ητοιμασαν αρωματα C ; μια δε των σαββατων ορθρου βαθεωσ ηρχοντο επει το μνημα φαιρουσαι α ητοιμασαν και τινεσ συν αυταισ ελογιζοντο δε εν εαυταισ τισ αρα αποκαλυψεν τον λιθον D ; μια δε των σαββατων ορθρου βαθεωσ ηρχοντο επει το μνημα φαιρουσαι α ητοιμασαν και τινεσ συν αυταισ ελογιζοντο δε εν εαυταισ τισ αρα αποκυλισει τον λιθον Dc ; τη δε μια των σαββατων ορθρου βαθεωσ επι το μνημειον ηλθαν φερουσαι α ητοιμασαν αρωματα U0001D513⁷⁵ ; ¶Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. KJTR, RP, ST ; τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθαν φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. WH (addition)
2 Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου.
ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημειου A, KJTR, RP, SR, ST, U0001D513⁷⁵, WH ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημιου W, ℵ ; ευρο δε τον λιθον αποκεκυλισμενον απο του μνημειου B ; ευρον δε τον λιθον αποκεκυλισμενον εκ του μνημιου C ; ελθουσαι δε ευρον τον λιθον αποκεκυλισμενον απο του μνημειου D (substitution)
3 Εἰσελθοῦσαι δὲ, οὐχ εὗρον τὸ σῶμα τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
Εἰσελθοῦσαι δὲ, οὐχ εὗρον τὸ σῶμα τοῦ ˚Κυρίου ˚Ἰησοῦ. SR εισελθουσαι δε ουκ ευρον το σωμα του κυ ιυ C, ℵ ; και εισελθουσαι ουχ ευρον το σωμα του κυ ιυ A, W ; εισελθουσαι δε ουχ ευρον το σωμα του κυ ιυ B, U0001D513⁷⁵ ; εισελθουσαι δε ουχ ευρον το σωμα D, WH ; Καὶ εἰσελθοῦσαι, οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. KJTR, RP, ST (substitution)
4 Καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ, ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.
Καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ, ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ. SR, WH και εγενετο εν τω απορισθαι αυτασ περι τουτου και ιδου ανδρεσ δυο επεστησαν αυταισ εν εσθητι αστραπτουση ℵ ; και εγενετο εν τω διαπορεισθαι αυτασ περι τουτου και ιδου ανδρεσ δυο επεστησαν αυταισ εν αισθησεσιν αστραπτουσαισ A ; και εγενετο εν τω απορεισθαι αυτασ περι τουτου και ιδου ανδρεσ δυο επεστησαν αυταισ εν εσθητι αστραπτουση B, U0001D513⁷⁵ ; και εγενετο εν τω διαπορισθαι αυτασ περι τουτου και ιδου ανδρεσ δυο επε\στησαν αυταισ εν αισθησεσιν αστραπτουσαισ W ; εγενετο δε εν τω απορεισθαι αυτασ περι τουτου και ιδου ανδρεσ δυο παρειστηκεισαν αυταισ εν αισθησεσιν αστραπτουσαισ C ; και εγενετο εν τω απορεισθαι αυτασ περι αυτου ιδου δυο ανδρεσ επεστησαν αυταισ εν εσθητι αστραπτουση D ; Καὶ ἐγένετο, ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις: KJTR, ST ; Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού, ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις· RP (substitution)
5 Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν, εἶπαν πρὸς αὐτάς, “Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν, εἶπαν πρὸς αὐτάς, “Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; SR, WH εμφοβων δε γενομενων αυτω και κλινουσων τα προσωπα εισ τη γην ειπαν προσ αυτασ τι ζητειτε το ζωντα μετα των νεκρων ℵ ; εμφοβων δε γενομενων αυτων και κλεινουσων το προσωπον εισ την γην ειπον προσ αυτασ τι ζητειτε τον ζωντα μετα \των νεκρων A ; ενφοβων δε γενομενων αυτων και κλεινουσων τα προσωπα εισ την γη ειπαν προσ αυτασ τι ζητειτε τον ζωντα μετα των νεκρων B ; ενφοβων δε γενομενων αυτων και κλεινουσων το προσωπον εισ την γην ειπον προσ αυτασ τι ζητειται τον ζωντα μετα των νεκρων W ; εμφοβων δε γενομενων αυτων και κλινουσω τα προσωπα αυτων εισ την γην ειπαν προσ αυτασ τι ζητειτε τον ζωντα μετα των νεκρων C ; ενφοβοι δε γενομεναι εκλειναν τα προσωπα εισ την γην οι δε ειπαν προσ αυτασ τι ζητειτε τον ζωντα μετα των νεκρων D ; εμφοβων δε γενομενων αυτων και κλεινουσων τα προσωπα εισ την γην ειπαν προσ αυτουσ τι ζητειτε τον ζωτα μετα των νεκρων U0001D513⁷⁵ ; Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; KJTR, RP, ST (substitution)
6 Οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη! Μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ
Οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη! Μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ SR ουκ εστιν ωδε αλλα ηγερθη μνησθηται ωσ ελαλησεν υμιν ετι ων εν τη γαλιλαια ℵ ; ουκ εστιν ωδε αλλ ηγερθη μνησθητε ωσ ελαλησεν υμιν ετι ων εν τη γαλιλαια A ; ουκ εστιν ωδε αλλα ηγερθη μνησθητε ωσ ελαλησεν υμιν ετι ων εν τη γαλειλαια B ; ουκ εστιν ωδε αλλα ανεστη μνησθηται ωσ ελαλησεν υμιν ετι ων εν τη γαλιλαια W ; ουκ εστι ωδε ηγερθη μνησθηται ωσ ελαλησεν υμιν ετι ζων εν τη γαλιλαια C ; μνησθητε δε οσα ελαλησεν υμειν ετι ων εν τη γαλιλαια D ; ουκ εστιν ωδε αλλα ηγερθη μνησθητε ωσ ελαλησεν υμιν ετι ων εν τη γαλιλαια U0001D513⁷⁵ ; Οὐκ ἔστιν ὧδε, ἀλλʼ ἠγέρθη: μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, KJTR, RP, ST ; μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, WH (substitution)
7 λέγων, ‘Τὸν Υἱὸν τοῦ Ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.’”
λέγων, ‘Τὸν Υἱὸν τοῦ Ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.’” SR, WH λεγων τον υν του ανου οτι δει παραδοθηναι εισ χιρασ ανθρωπων αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι ℵ ; λεγων οτι δει τον υιον του ανου παραδοθηναι εισ χειρασ ανων αμαρτωλω και σταυρωθηναι και τη τριτη ημερα αναστηναι A ; λεγων το υιον του ανθρωπου \οτι δει παραδοθηναι εισ χειρασ ανθρωπω αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι B ; λεγων οτι δει τον υιον του ανου παραδοθηναι εισ χειρασ ανων αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι W ; λεγων*& C ; οτι δει τον υιον του ανθρωπου παραδοθηναι εισ χειρασ ανθρωπων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι D ; λεγων τον υιον του ανου οτι δει παραδοθηναι εισ χειρασ ανων αμαρτωλων και σ⳨ωθηναι και τη τριτη ημερα αναστηναι U0001D513⁷⁵ ; Λέγων, ὅτι Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. KJTR, RP, ST (omission)
8 Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ.
9 Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα, καὶ πᾶσιν τοῖς λοιποῖς.
Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα, καὶ πᾶσιν τοῖς λοιποῖς. KJTR, RP, SR, WH και υποστρεψασαι απο του μνημιου απηγγιλαν παντα |ταυτα τοισ ενδεκα και πασιν τοισ λοιποισ ℵ ; και υποστρεψασαι απο του μνημειου απηγγειλαν ταυτα πατα τοισ ενδεκα και πασιν τοισ λοιποισ A ; και υποστρεψασαι απο του μνημειου απηγγειλα ταυτα παντα τοισ ενδεκα και πασι τοισ λοιποισ B ; και υποστρεψασαι απο του μνημιου απηγγειλαν ταυτα παντα τοισ ενδεκα και πασιν τοισ λοιποισ W ; και υποστρεψασαι απηγγειλαν παντα ταυτα τοισ ενδεκα και πασι τοισ λοιποισ D ; και υποστρεψασαι απο του μνημειου απηγγειλαν ταυτα παντα τοισ $ια και πασι τοισ λοιποισ U0001D513⁷⁵ ; καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ST (substitution)
10 Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία ἡ Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία ἡ Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. SR ησαν δε η μαγδαληνη μαριαμ και ιωαννα και μαρια η ιακωβου και αι λοιπαι συν αυταισ ελεγον προσ τουσ αποστολουσ ταυτα ℵ ; η μαγδαληνη μαρια και ιωαννα και μαρια η ιακωβου και αι λοιπαι συν αυταισ ελεγο προσ τουσ αποστολουσ ταυτα A ; ησαν δε η μαγδαληνη μαρια και ιωαννα και μαρια η ιακωβου και αι λοιπαι συν αυταισ ελεγον προσ τουσ αποστολουσ ταυτα B, U0001D513⁷⁵ ; η μαγδαληνη μαρια και ιωαννα και μαρια η ιακωβου και αι λοιπαι συν αυταισ ελεγον προσ τουσ αποστολουσ ταυτα W ; μαρια η μαγδαληνη και ιωανα και μαρια η ιακωβου και αι λοιπαι συν αυταισ ελεγαν προσ αυτουσ αποστολουσ ταυτα D ; Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἵ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. KJTR, RP, ST ; ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάνα καὶ Μαρία ἡ Ἰακώβου· καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. WH (substitution)
11 Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς. SR, WH και εφανησαν ενωπιον αυτων ωσει ληροσ τα ρηματα ταυτα και ηπιστουν αυταισ D, U0001D513⁷⁵, ℵ ; και εφανησαν ενωπιον αυτων ωσει ληροσ τα ρηματα αυτων και ηπιστουν αυταισ A, W ; και εφανησαν ενωπιον αυτων ωσει ληροσ τα ρηματα ταυτα και ηπιστου αυταισ B ; Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. KJTR, RP, ST (substitution)
12 Ὁ δὲ Πέτρος ἀναστὰς, ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει τὰ ὀθόνια μόνα, καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν, θαυμάζων τὸ γεγονός.
εαυτον ] ο δε πετροσ αναστασ εδραμεν επι το μνημιον και παρακυψασ βλεπει τα οθονια και απηλθεν προσ εαυτον θαυμαζω το γεγονοσ ℵ ; ο δε πετροσ αναστασ εδραμε επι το μνημειον και παρακυψασ βλεπει τα οθονια κειμενα και απηλθον προσ εαυτον θαυμαζων το γεγονοσ A ; ο δε πετροσ αναστασ εδραμεν επι το μνημειον και παρακυψασ βλεπει τα οθονια μονα και απηλθε προσ αυτον θαυμαζω το γεγονοσ B ; ο δε πετροσ αναστασ εδραμεν επι το μνημιον και παρακυψασ βλεπει τα οθονια μονα και απηλθεν προσ εαυτον θαυμαζω το γεγονοσ W ; ο δε πετροσ αναστασ εδραμεν επι το μνημειον και παρακυψασ βλεπει τα οθονια μονα και απηλθεν προσ εαυτον θαυμαζων το γεγονοσ U0001D513⁷⁵ ; Ὁ δὲ Πέτρος ἀναστὰς, ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας, βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθεν, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. KJTR, RP ; ¶Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς ἑαυτὸν, θαυμάζων τὸ γεγονός. ST (substitution)
13 Καὶ ἰδοὺ, δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς.
¶Καὶ ἰδοὺ, δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς. SR, WH και ιδου δυο εξ αυτων εν τη αυτη ημερα ησαν δε πορευομενοι εισ κωμη απεχουσαν σταδιουσ εκατον εξηκοντα απο ιερουσαλημ η ονομα εμμαουσ ℵ ; και ιδου δυο εξ αυτων ησαν πορευομενοι εν αυτη τη ωρα εισ κωμην απεχουσαν σταδιουσ εξηκοντα απο ιλημ η ονομα εμμαουσ A ; και ιδου δυο εξ αυτων εν αυτη τη ημερα ησαν πορευομενοι εισ κωμην απεχουσαν σταδιουσ εξηκοντα απο ιερουσαλημ η ονομα εμμαουσ B ; και ιδου δυο εξ αυτων ησαν πορευομενοι εν αυτη τη ημερα εισ κωμην απεχουσαν σταδιουσ εξηκοτα απο ιερουσαλημ η ονομα εμμαουσ W ; ησαν δε δυο πορευομενοι εξ αυτων εν αυτη τη ημερα εισ κωμην απεχουσαν σταδιουσ εξηκοντα απο ιερουσαλημημα ονοματι ουλαμμαουσ D ; ησαν δε δυο πορευομενοι εξ αυτων εν αυτη τη ημερα εισ κωμην απεχουσαν σταδιουσ εξηκοντα απο ιερουσαλημ ονοματι ουλαμμαουσ Dc ; και ιδου δυο εξ αυτω εν αυτη τη ημερα ησαν πορευομενοι εισ κωμην απεχουσαν σταδιουσ $ξ απο ιλημ η ονομα εμμαουσ U0001D513⁷⁵ ; ¶Καὶ, ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ. ᾟ ὄνομα Ἐμμαούς, KJTR, RP, ST (substitution)
14 Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. KJTR, RP, SR, ST, WH και αυτοι ωμιλουν προσ αλληλουσ περι παντων τω συμβεβηκοτω τουτων ℵ ; και αυτοι ωμιλουν προσ αλληλουσ περι πατων των συμβεβηκοτων τουτων A ; και αυτοι ωμειλουν προσ αλληλουσ περι παντω των συμβεβηκοτων τουτων B ; και αυτοι ωμιλουν περι παντων προσ αλληλουσ περι παντων των συμβεβηκοτων τουτων W ; και αυτοι ωμιλουν περι παντων προσ αλληλουσ των συμβεβηκοτων τουτων Wc ; ωμειλουν δε προσ εαυτουσ περι παντων συνβεβηκοτων τουτων D ; και αυτοι ωμιλουν προσ αλληλουσ περι παντων των συμβεβηκοτων τουτων U0001D513⁷⁵ (substitution)
15 Καὶ ἐγένετο ἐν τῷ, ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ˚Ἰησοῦς ἐγγίσας, συνεπορεύετο αὐτοῖς.
και εγενετο εν τω ομειλειν αυτουσ και συνζητειν και αυτοσ ισ εγγισασ συνεπορευετο αυτοισ Bc, U0001D513⁷⁵c ; και εγενετο εν τω ομιλειν αυτουσ και συνζητειν \και αυτοσ ο ισ εγγισασ συνεπορευετο αυτοισ W ; και εγενετο εν τω ομειλειν αυτουσ και συνζητειν και ο ιησ εγγισασ συνεπορευετο αυτοισ D ; Καὶ ἐγένετο ἐν τῷ, ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ˚Ἰησοῦς ἐγγίσας, συνεπορεύετο αὐτοῖς. SR ; και εγενετο εν τω ομιλειν αυτουσ και συνζητειν και αυτοσ ισ εγγισασ συνεπορευετο αυτοισιν ℵ ; και εγενετο εν τω ομιλειν αυτουσ και συνζητειν και αυτοσ ισ εγγισασ συνεπορευετο αυτοισ A, U0001D513⁷⁵, ℵc ; και εγενετο εν τω ομειλειν αυτουσ και συνζητειν αυτουσ ισ εγγισασ συνεπορευετο αυτοισ B ; Καὶ ἐγένετο, ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας, συνεπορεύετο αὐτοῖς. KJTR, RP, ST ; καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συνζητεῖν [καὶ] αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, WH (substitution)
16 Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον A, B, KJTR, RP, SR, ST, W, WH, ℵ οι δε οφθαλμοι αυτω εκρατουντο του μη επιγνωναι αυτον D ; οι δε οφθαλμοι αυτων εκρατουτο του μη επιγνωναι αυτον U0001D513⁷⁵ (substitution)
17 Εἶπεν δὲ πρὸς αὐτούς, “Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες;” Καὶ ἐστάθησαν σκυθρωποί.
Εἶπεν δὲ πρὸς αὐτούς, “Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες;” Καὶ ἐστάθησαν σκυθρωποί. SR, WH ειπεν δε προσ αυτουσ τινεσ οι λογοι |ουτοι ουσ αντιβαλλεται προσ αλληλουσλουσ περιπατουτεσ και εσταθησα σκυθρωποι ℵ ; ειπεν δε προσ αυτουσ τεινεσ οι λογοι ουτοι ουσ αντιβαλλετε προσ αλληλουσ περιπατουντεσ και εσταθησαν σκυθρωποι A ; ειπεν δε προσ αυτουσ τεινεσ οι λογοι ουτοι ουσ αντιβαλλετε προσ αλληλουσ περιπατουντεσ και εσται σκυθρωποι Ac ; ειπεν δε προσ αυτουσ τινεσ οι λογοι ουτοι ουσ αντιβαλλεται προσ αλληλουσ περιπατουνταισ και εσταθησαν σκυθρωποι B ; ειπεν δε προσ αυτουσ τινεσ οι λογοι ουτοι ουσ αντιβαλλεται προσ αλληλουσ περιπατουντεσ και εσται σκυθρωποι W ; ο δε ειπεν τινεσ οι λογοι ουτοι ουσ αντιβαλλεται προσ εαυτουσ περιπατουντεσ σκυθρωποι D ; ειπεν προσ αυτουσ τινεσ οι λογοι ουτοι ουσ αντιβαλλετε προσ αλληλουσ περιπατουντεσ και εσταθησαν σκυθρωποι U0001D513⁷⁵ ; Εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους, περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποί; KJTR, RP ; Εἶπε δὲ πρὸς αὐτοὺς, Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποί; ST (substitution)
18 Ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν, “Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;”
Ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν, “Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;” SR, WH αποκριθεισ δε εισ ονοματι κλεοπασ ειπεν προσ αυτον συ μονοσ παροικεισ ιηλμ και ταυτα ουκ εγνωσ τα γενομενα εν αυτη εν ταισ ημεραισ ταυταισ ℵ ; αποκριθεισ δε ο εισ ω ονομα κλεοπασ ειπεν προσ αυτον συ μονοσ παροικεισ ιλημ και ουκ εγνωσ τα γενομενα εν αυτη εν ταισ ημεραισ ταυταισ A ; αποκριθεισ δε εισ ονοματι κλεοπασ ειπεν προσ αυτον συ μονοσ παροικεισ ιερουσαλημ και ουκ εγνωσ τα γενομενα εν αυτη εν ταισ ημεραισ ταυταισ B ; αποκριθεισ δε ο εισ ω ονομα κλεοπασ ειπε προσ αυτον συ μονοσ παροικεισ ιερουσαλημ και ουκ εγνωσ τα γενομενα εν αυτη εν ταισ ημεραισ ταυταισ W ; αποκριθεισ δε εισ ω ονομα κλεοπασ ειπεν προσ αυτον συ μονοσ παροικεισ ιερουσαλημ ουκ εγνωσ τα γενομενα εν αυτη εν ταισ ημεραισ ταυταισ D ; αποκριθεισ δε εισ ω ονομα κλεοπασ ειπεν προσ αυτον συ μονοισ παροικεισ ιερουσαλημ ουκ εγνωσ τα γενομενα εν αυτη εν ταισ ημεραισ ταυταισ Dc ; αποκριθεισ δε εισ ονοματι κλεοπασ ειπεν προσ αυτον συ μονοσ παροικεισ ιλημ και ουκ εγνωσ τα γενομενα εν αυτη εν τη ημερα ταυτα U0001D513⁷⁵ ; αποκριθεισ δε εισ ονοματι κλεοπασ ειπεν προσ αυτον συ μονοσ παροικεισ ιλημ και ουκ εγνωσ τα γενομενα εν αυτη εν τη ημεραισ ταυταισ U0001D513⁷⁵c ; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; KJTR ; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεοπᾶς, εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; RP ; Ἀποκριθεὶς δὲ ὁ εἷς ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτὸν, Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; ST (substitution)
19 Καὶ εἶπεν αὐτοῖς, “Ποῖα;” Οἱ δὲ εἶπαν αὐτῷ, “Τὰ περὶ ˚Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ, προφήτης, δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ, ἐναντίον τοῦ ˚Θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
Καὶ εἶπεν αὐτοῖς, “Ποῖα;” Οἱ δὲ εἶπαν αὐτῷ, “Τὰ περὶ ˚Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ, προφήτης, δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ, ἐναντίον τοῦ ˚Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, SR, WH και ειπεν αυτοισ ποια οι δε ειπαν αυτω τα περι ιυ του ναζαρηνου οσ εγενετο ανηρ προφητησ δυνατοσ εν λογω και εργω εναντιον του θυ και παντοσ του λαου ℵ ; και ειπεν αυτοισ ποια οι δε ειπον αυτω τα περι ιυ του ναζωραιου οσ εγενετο ανηρ προφητησ δυνατοσ εν εργω και εν λογω εναντιον του θυ |και παντοσ του λαου A ; και ειπε αυτοισ ποια οι δε ειπα αυτω τα περι ιυ του ναζαρηνου οσ εγενετο ανηρ προφητησ δυνατοσ εν εργω και λογω εναντιον του θυ και πατοσ του λαου B ; και ειπεν αυτοισ ποια οι δε ειπον αυτω τα περι ιυ του ναζωραιου οσ εγενετο ανηρ προφητησ δυνατοσ εν εργω και λογω εναντιο του θυ και παντοσ του λαου W ; ο δε ειπεν αυτω ποια τα περι ιηυ του ναζωραιου οσ εγενετο ανηρ προφητησ δυνατοσ εν λογω και εργω ενωπιον του θυ και παντοσ του λαου D ; και ειπεν αυτοισ ποια οι δε ειπαν αυτω τα περι ιυ του ναζαρηνου οσ εγενετο ανηρ προφητησ δυνατοσ εν εργω και λογω εναντιον του θυ και παντοσ του λαου U0001D513⁷⁵ ; Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ Περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ: KJTR, RP, ST (substitution)
20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν, εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν.
Ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. KJTR, RP, SR, ST, WH οπωσ τε παρεδωκαν αυτον οι αρχιερεισ και οι αρχοντεσ ημων εισ κριμα θανατου και εσταυρωσαν αυτον U0001D513⁷⁵, ℵ ; οπωσ τε αυτον παρεδωκαν οι αρχιερεισ και οι αρχοντεσ ημων εισ κριμα θανατου και εσταυρωσαν αυτον A, W ; οπωσ τε παρεδωκαν αυτον οι αρχιερεισ και οι αρχοντεσ ημων εισ κριμα θανατου και εσταυρωσα αυτον B ; ωσ τουτον παρεδωκαν οι αρχιερεισ και οι αρχοντεσ ημων εισ κριμα θανατου και εσταυρωσαν αυτον D (substitution)
21 Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις, τρίτην ταύτην ἡμέραν ἄγει, ἀφʼ οὗ ταῦτα ἐγένετο.
Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις, τρίτην ταύτην ἡμέραν ἄγει, ἀφʼ οὗ ταῦτα ἐγένετο. SR, WH ημεισ δε ελπιζομεν οτι αυτοσ εστιν ο μελλων λυτρουσθαι τον ιηλ αλλα γε και συν πασι τουτοισ τριτην ταυτην ημεραν αφ ου ταυτα εγενετο ℵ ; ημεισ δε ηλπιζομεν οτι αυτοσ εστιν ο μελλων λυτρουσθαι τον ιηλ αλλα γε συν πασιν τουτοισ τριτην ταυτην ημεραν αγει σημερον αφ ου ταυτα εγενετο A ; ημεισ δε ηλπιζαμεν οτι αυτοσ εστιν ο μελλων λυτρουσθαι τον ισραηλ αλλα γε και συν πασιν τουτοισ τριτην ταυτην ημεραν αγει αφ ου ταυτα εγενετο B ; ημεισ δε ηλπιζομεν οτι αυτοσ εστιν ο μελλων λυτρουσθαι το ισραηλ αλλα γε συμ πασιν τουτοισ τριτην ταυτην ημεραν αγει σημερον αφ ου ταυτα εγενετο W ; ημεισ δε ηλπιζομεν οτι αυτοσ ην ο μελλων λυτρουσθαι τον ισραηλ αλλα γε και συν πασιν τουτοισ τριτην ημεραν σημεραν αγει αφ ου ταυτα γεγονεν D ; ημεισ δε ηλπικαμε οτι αυτοσ εστιν ο μελλων λυτρουσθαι τον ιηλ αλλα γε και συν πασι τουτοισ τριτην ταυτην ημεραν αγει αφ ου ταυτα εγενετο U0001D513⁷⁵ ; Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ: ἀλλά γε σὺν πᾶσιν τούτοις, τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφʼ οὗ ταῦτα ἐγένετο. KJTR, RP ; ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφʼ οὗ ταῦτα ἐγένετο. ST (substitution)
22 Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν, ἐξέστησαν ἡμᾶς, γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον
Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν, ἐξέστησαν ἡμᾶς, γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον SR, WH αλλα και γυναικεσ τινεσ εξ ημων εξεστησαν ημασ γενομεναι ορθριναι επι το μνημιον ℵ ; αλλα και γυναικεσ τινεσ εξ ημων εξεστησαν ημασ γενομεναι ορθριναι επι το μνημειον A ; αλλα και γυναικεσ τινεσ εξ ημων εξεστησαν ημασ γεναμεναι ορθριναι επι το μνημειο B ; αλλα και γυναικεσ τινεσ εξ ημων εξεστησαν ημασ γενομεναι a επι το μνημιον W ; αλλα και γυναικεσ τινεσ εξεστησαν ημασ γενομεναι ορθριναι επει το μνημειον D ; \0&*ημων εξεστησαν ημας γενομεναι ορθριναι επι το μνημειον P141 ; αλλα και γυναικεσ τινεσ εξ ημω εξεστησαν ημασ γεναμεναι ορθριναι επι το μνημειον U0001D513⁷⁵ ; Ἀλλὰ, καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὀρθριαὶ ἐπὶ τὸ μνημεῖον· KJTR, RP, ST (substitution)
23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθαν λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.
ηλθον ] και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελω \εωρακεναι οι λεγουσιν αυτον ζην ℵ ; και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι οι λεγουσιν αυτον ζην A, KJTR, P141, RP, ST, W ; και μη ευρουσαι το σωμα αυτου ηλθαν λεγουσαι και οπτασιαν αγγελω εωρακεναι οι λεγουσιν αυτον ζην B ; και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι οπτασιαν αγγελων εωρακεναι οι λεγουσιν αυτον ζην D (substitution)
24 Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως, καθὼς αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.”
απηλθον ] και απηλθον τινεσ των συν ημιν επι το μνημιον ϗ ευρον ουτωσ καθωσ και αι γυναικεσ ειπον αυτο δε ουκ ειδον ℵ ; και απηλθον τεινεσ των συν ημιν επι το μνημειον και ευρον ουτωσ καθωσ και αι γυναικεσ ειπον αυτον δε ουκ ειδον A ; και απηλθον τινεσ των συν ημιν ε|πι το μνημειον και ευρον ουτωσ καθωσ αι γυναικεσ ειπον αυτον δε ουκ ειδον B, U0001D513⁷⁵ ; και απηλθο τινεσ των συν ημιν επι το μνημιον και ευρον ουτωσ καθωσ και αι γυναικεσ ειπον αυτον δε ουχ ειδον W ; και απηλθον τινεσ εκ των συν ημειν επι το μνημειον και ευρον ουτωσ ωσ ειπον αι γυναικεσ αυτον δε ουκ ειδομεν D ; και απηλθον τινες των συν ημιν επι το μνημειον και ευρον ουτως +καθως και +αι +γυναικες ειπον αυτον δε ουκ ειδον KJTR, P141, RP ; Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. ST ; καὶ ἀπῆλθάν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. WH (substitution)
και ] (omit) (addition)
25 Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, “Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται.
+και αυτος ειπεν +προς αυτους ω ανοητοι και βραδεις τη καρδια του πιστευειν επι πασιν οις ελαλησαν οι προφηται KJTR, P141, RP, SR, WH και αυτοσ ειπεν προσ αυτουσ ω ανοητοι και βραδεισ τη καρδια του πιστευειν επι πασιν οισ ελαλησαν οι προφηται U0001D513⁷⁵, W, ℵ ; και αυτοσ ειπε προσ εαυτουσ ω ανοητοι και βραδεισ τη καρδια του πιστευειν επι πασιν οισ ελαλησαν οι προφηται A ; ω ανοητοι και βραδεισ τη καρδια +του πιστευειν επι πασι οισ ελαλησαν οι προφηται 029 ; και αυτοσ ειπεν προσ αυτουσ ω ανοητοι και βραδεισ τη καρδια του πιστευειν επι πασιν οισ ελαλησα οι προφηται B ; ο δε ειπεν προσ αυτουσ ω ανοητοι και βραδεισ τη καρδια επι πασιν οισ ελαλησαν οι προφηται D ; Καὶ αὐτὸς εἶπε πρὸς αὐτοὺς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· ST (substitution)
26 Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν ˚Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;”
Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; KJTR, RP, SR, ST, WH ουχι ταυτα εδει παθειν τον χν και εισελθειν εισ την δοξαν αυτου 029, B, U0001D513⁷⁵c, W, ℵ ; ουχι ταυτα εδει παθειν τον χν και εισελθει εισ την δοξαν αυτου A ; οτι ταυτα εδει παθειν τον χρν και εισελθειν εισ την δοξαν αυτου D ; ουχι ταυτα εδει παθειν τον χρν και εισελθειν εις την δοξαν αυτου P141 ; ουχι ταυτα εδει παθειν τον χν και εισελθειν εισ την βασιλειαν αυτου U0001D513⁷⁵ (substitution)
27 Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ.
και αρξαμενος απο μωυσεως και απο παντων των προφητων διερμηνευσεν αυτοις +εν πασαις ταις +γραφαις +τα +περι εαυτου P141, SR, WH και αρξαμενοσ απο μωσεωσ και απο πατων των προφητων και διερμηνευειν αυτοισ τι ην εν ταισ γραφαισ τα περι εαυτου ℵ ; και αρξαμενοσ απο μωσεωσ και απο παντων των προφητων διερμηνευεν αυτοισ εν πασαισ ταισ γραφαισ τα περι εαυτου A ; και αρξαμενοσ απο μωυσεωσ και απο παντων των προφητων διερμηνευσεν* 029 ; και αρξαμενοσ απο μωυσεωσ και απο παντων των προφητων διερμηνευσεν αυτοισ εν πασαισ ταισ γραφαισ τα περι εαυτου B ; και αρξαμενοσ απο μωυσεωσ και απο παντων των προφητων διερμηνευειν αυτοισ εν πασαισ ταισ γραφαισ τα περι αυτου W ; και ην αρξαμενοσ απο μωσεωσ και παντων των προφητων ερμηνευειν αυτοισ εν ταισ γραφαισ τα περι αυτου D ; και αρξαμενοσ απο μωυσεωσ και απο παντω των προφητων διερμηνευσεν αυτοισ τα περι εαυτου εν πασαισ ταισ γραφαισ U0001D513⁷⁵ ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. KJTR, RP, ST (substitution)
28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι.
¶Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι. SR, WH ϗ ηγγισαν εισ την κωμην ου επορευοντο και αυτοσ προσεποιησατο πορρωτερωτερω πορευεσθαι ℵ ; και ηγγεισαν εισ την κωμη ου επορευοντο και αυτοσ προσεποιησατο πορρωτερο πορευεσθαι A ; και ηγγικαν εισ την κωμην ου επορευοτο και αυτοσ προσεποιησατο πορρωτερον πορευεσθαι B ; και ηγγεισαν εισ τη κωμην ου επορευοντο και αυτοσ προσεποιειτο πορρωτερω πορευεσθαι W ; και ηγγισα εισ την κωμην ου επορευοντο και αυτοσ προσεποιησατο πορρωτερω πορευεσθαι D ; και ηγγισαν εις την κωμην ου επορευοντο και αυτος προσεποιησατο πορρωτερον*&0 P141 ; και ηγγικαν εισ κωμην ου επορευοντο και αυτοσ προσεποιησατο πορρωτερον πορευεσθαι U0001D513⁷⁵ ; Καὶ ἤγγισαν εἰς τὴν κώμην, οὗ ἐπορεύοντο: καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. KJTR, RP, ST (substitution)
29 Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, “Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν, καὶ κέκλικεν ἤδη ἡ ἡμέρα.” Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, “Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν, καὶ κέκλικεν ἤδη ἡ ἡμέρα.” Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. SR, WH και παρεβιασαντο αυτον λεγοντεσ μινον μεθ ημω οτι προσ εσπερα εστιν και κεκλικεν ηδη η ημερα και εισηλθεν του μιναι συν αυτοισ ℵ ; και παρεβιασαντο αυτον λεγοντεσ μεινον μεθ ημων οτι προσ εσπερα εστιν και κεκλικεν η ημερα και εισηλθεν του μειναι συ αυτοισ A ; 10&*λεγον|τεσ μεινον μεθ ημων οτι προσ εσπεραν εστιν και κεκλικεν ηδη η ημερα και εισηλθεν του μειναι συν αυτοισ 029 ; και παρεβιασαντο αυτον λεγοντεσ μεινον μεθ ημων οτι προσ εσπεραν εστιν και κεκλικεν ηδη η ημερα και εισηλθεν του μειναι συν αυτοισ B, U0001D513⁷⁵ ; και παρεβιασαντο αυτον λεγοντεσ μεινο μεθ ημων οτι προσ εσπερασ εστιν και κεκλεικεν η ημερα και εισηλθεν του μειναι συν αυτοισ W ; και παραβιασαντο αυτον λεγοντεσ μεινον μεθ ημων οτι προσ εσπεραν καικλεικεν η ημερα και εισηλθεν μειναι μετ αυτων D ; Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθʼ ἡμῶν: ὅτι πρὸς ἑσπέραν ἐστίν, καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. KJTR, RP ; Καὶ παρεβιάσαντο αὐτὸν, λέγοντες, Μεῖνον μεθʼ ἡμῶν· ὅτι πρὸς ἑσπέραν ἐστὶ, καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. ST (substitution)
30 Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν, λαβὼν τὸν ἄρτον, εὐλόγησεν καὶ κλάσας, ἐπεδίδου αὐτοῖς.
Καὶ ἐγένετο, ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν, λαβὼν τὸν ἄρτον, εὐλόγησεν, καὶ κλάσας, ἐπεδίδου αὐτοῖς. KJTR, RP, SR, WH και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων και λαβων τον αρτον ηυλογησεν και κλασασ εδιδου αυτοισ ℵ ; και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτω λαβων τον αρτον ηυλογησε και κλασασ επεδιδου αυτοισ A ; και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασασ επειδιδου αυτοισ 029 ; και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασασ επεδιδου αυτοισ B ; και εγενετο εν τω κατακεισθαι αυτον μετ αυτων ευλογησεν και κλασασ επεδιδου αυτοισ W ; και εγενετο εν τω κατακλιθηναι αυτον λαβων αρτον ηυλογησεν και προσεδιδου αυτοισ D ; \0&*αρτον ηυλογησεν και +κλασας επεδιδου αυτοις P141 ; και εγενετο εν τω κατακλειθηναι αυτον μετ αυτων λαβον τον αρτον ευλογησεν και κλασασ επεδιδου αυτοισ U0001D513⁷⁵ ; καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. ST (omission)
31 Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ, καὶ ἐπέγνωσαν αὐτόν. Καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπʼ αὐτῶν.
+αυτων +δε διηνοιχθησαν οι οφθαλμοι +και επεγνωσαν +αυτον και αυτος αφαντος εγενετο απ αυτων KJTR, P141, RP, SR, ST, WH αυ|των δε διηνυγησαν οι οφθαλμοι και αυτοσ αφαντοσ εγενετο απ αυτων ℵ ; αυ|των δε διηνυγησαν οι οφθαλμοι ϗ επεγνωσαν αυτο και αυτοσ αφαντοσ εγενετο απ αυτων ℵc ; αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτο και αυτοσ αφαντοσ εγενετο απ αυτων A ; αυτων δε διηνοιχθησαν οι οφθαλμοι*&9 029 ; αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτοσ αφαντοσ εγενετο απ αυτων B ; αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτοσ αφατοσ εγενετο απ αυτων W ; λαβων δε αυτων τον αρτον απ αυτου ηνυγησαν οι οφθαλμοι αυτων και επεγνωσαν αυτον και αυτοσ αφαντοσ εγενετο απ αυτων D ; λαβοντων δε αυτων τον αρτον απ αυτου ηνυγησαν οι οφθαλμοι αυτων και επεγνωσαν αυτον και αυτοσ αφαντοσ εγενετο απ αυτων Dc ; αυτω \δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτοσ αφαντοσ εγενετο απ αυτων U0001D513⁷⁵ (omission)
32 Καὶ εἶπαν πρὸς ἀλλήλους, “Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;”
εν ημιν ] και ειπαν προσ αλληλουσ ουχι η καρδια ημων κεομενη ην εν ημιν ωσ ελαλει ημιν εν τη οδω ωσ διηνυγεν ημιν τασ γραφασ ℵ ; και ειπον προσ αλληλουσ ουχι η καρδια ημων καιομενη ην εν ημιν ωσ ελαλησεν ημιν εν τη οδω και ωσ δι\ηνοιγεν ημιν τασ γραφασ A ; και ειπαν προσ αλληλουσ ουχι η καρδια ημων καιομενη ην ωσ ελαλει ημιν εν τη οδω ωσ διηνυγεν ημι \τασ γραφασ B ; και ειπον προσ αλληλουσ ουχι η καρδια ημων καιομενη ην εν ημιν ωσ ελαλει ημιν εν τη οδω και ωσ διηνοιγεν ημιν τασ γραφασ W ; οι δε ειπον προσ εαυτουσ ουχι η καρδια ην ημων κεκαλυμμενη ωσ ελαλει ημειν εν τη οδω ωσ ηνυγεν ημειν η γραφ D ; οι δε ειπον προσ εαυτουσ ουχι η καρδια ην ημων κεκαλυμμενη ωσ ελαλει ημειν εν τη οδω ωσ ηνυγεν ημειν τασ γραφασ Dc ; και ειπαν προς αλληλους ουχι η καρδια ημων +καιομενη ην εν ημιν εν τη οδω ως διηνοιγεν ημιν τας γραφας P141 ; και ειπαν προσ αλληλουσ ουχι η καρδια ημων καιομενη ην ωσ ελαλει ημιν εν τη οδω ωσ διηνοιγεν ημιν τασ γραφασ U0001D513⁷⁵ ; Καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; KJTR, RP, ST (substitution)
33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς
Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς SR, WH και ανασταντεσ αυτη τη ωρα υπεστρεψαν εισ ιερουσαλημ και ευρον ηθροισμενουσ τουσ ενδεκα και τουσ συν αυτοισ B, ℵ ; και ανασταντεσ αυτη τη ωρα υπεστρεψαν εισ ιλημ και ευρον συνηθροισμενουσ τουσ ενδεκα και τουσ συν αυτοισ A ; και ανασταντεσ αυτη τη ωρα υψεστρεψαν εισ ιερουσαλημ και ευρον συνηθροισμενουσ τουσ ενδεκα και τουσ συν αυτοισ W ; και ανασταντεσ λυπουμενοι αυτη τη ωρα υπεστρεψαν εισ ιερουσαλημ και ευρον ηθροισμενουσ τουσ $ια και τουσ συν αυτοισ D ; και ανασταντες αυτη τη ωρα υπεστρεψαν εις ιερουσαλημ και ευρον ςυνηθροισμενους τους $ια και τους συν αυτοις P141 ; και ανασταντεσ αυτη τη ωρα υπεστρεψαν εισ ιλημ και ευρον ηθροισμενουσ τουσ $ια και τουσ συν αυτοισ U0001D513⁷⁵ ; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα, καὶ τοὺς σὺν αὐτοῖς, KJTR, RP, ST (substitution)
34 λέγοντας, ὅτι “Ὄντως ἠγέρθη ὁ ˚Κύριος, καὶ ὤφθη Σίμωνι.”
λέγοντας, ὅτι “Ὄντως ἠγέρθη ὁ ˚Κύριος, καὶ ὤφθη Σίμωνι.” SR, WH λεγοτασ οτι οντωσ ηγερθη ο κσ και ωφθη τω σιμωνι ℵ ; λεγοντασ οτι ηγερθη ο κσ οτωσ και ωφθη σιμωνι A ; λεγοντασ οτι οντωσ ηγερθη ο κσ και ωφθη σιμωνι B, U0001D513⁷⁵ ; λεγοντασ οτι ηγερθη ο κσ a και ωφθη σιμωνι W ; λεγοντεσ οτι οντωσ ηγερθη ο κσ και ωφθη σιμωνι D ; λεγοντας οτι +οντως +ηγερθη +ο κσ και ωφθη σιμωνι P141 ; Λέγοντας, ὅτι Ἠγέρθη ὀ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. KJTR, RP, ST (substitution)
35 Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
και αυτοι εξηγουντο τα εν τη οδω και ως εγνωσθη αυτοις εν τη κλασει του αρτου KJTR, P141, RP, SR, ST, WH και αυτοι εξηγουτο τα εν τη οδω και ωσ εγνωσθη αυτοισ εν τη κλασει του αρτου ℵ ; και αυτοι εξηγουντο τα εν τη οδω και ωσ εγνωσθη αυτοισ εν τη κλασει του αρτου A, B ; και αυτοι εξηγουντο το εν τη οδω και ωσ εγνωσθη αυτοισ εν τη κλασι του αρτου W ; και αυτοι εξηγουντο τα εν τη οδω και οτι εγνωσθη αυτοισ εν τη κλασει του αρτου D ; και αυτοι εξηγουντο τα εν τη οδω ϗ ωσ εγνωσθη αυτοισ εν τη κλασει του αρτου U0001D513⁷⁵ (substitution)
36 Ταῦτα δὲ αὐτῶν λαλούντων, αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς, “Εἰρήνη ὑμῖν.”
ταυτα δε αυτων λαλουντων αυτος εστη εν μεσω αυτων +και +λεγει +αυτοις ειρηνη +υμιν P141, SR ταυτα δε αυτων λαλουντων αυτοσ εστη εν μεσω αυτων και λεγει αυτοισ ειρηνη υμιν U0001D513⁷⁵, ℵ ; ταυτα δε αυτων λαλουντων αυτοσ ο ισ εστη εμ μεσω αυτων και λεγει αυτοισ ειρηνη υμιν A ; ταυτα δε αυτων λαλουντω αυτοσ εστη εν μεσω αυτων και λεγει αυτοισ ειρηνη υμιν B ; ταυτα δε αυτων λαλουντων αυτοισ ο ισ εστη εν μεσω αυτων και λεγει αυτοισ \εγω ειμει μη φοβεισθαι ειρηνη υμιν W ; ταυτα δε αυτων λαλουντων αυτοσ εσταθη εν μεσω αυτων D ; ¶Ταῦτα δὲ αὐτῶν λαλούντων, αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. KJTR, RP, ST ; ¶Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν. WH (substitution)
37 Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν.
Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν. KJTR, RP, SR, ST, WH φοβηθεντεσ δε και εμφοβοι γενομενοι εδοκουν πνα θεωρειν ℵ ; πτοηθεντεσ δε και εμφοβοι γενομενοι εδοκουν πνα θεωρειν A ; θροηθεντεσ δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν B ; φοβηθεντεσ δε και ενφοβοι γενομενοι εδοκουν πνα θεωρειν W ; αυτοι δε πτοηθεντεσ και ενφοβοι γενομενοι εδοκουν φαντασμα θεωρειν D ; πτοηθεντες δε και εμφοβοι γενομενοι εδοκουν +πνα θεωρειν P141 ; θροηθεντεσ δε και εμφοβοι γενομενοι εδοκουν πνα θεωρειν U0001D513⁷⁵ (substitution)
38 Καὶ εἶπεν αὐτοῖς, “Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν;
Καὶ εἶπεν αὐτοῖς, “Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν; SR, WH και ειπε αυτοισ τι τεταραγμενοι εστε και δια τι διαλογισμοι αναβαινουσιν εν ταισ καρδιαισ υμων ℵ ; και ειπε αυτοισ τι τεταραγμενοι εσται και δια τι διαλογισμοι αναβαινουσιν αναβαινουσιν υμων A ; και ειπε αυτοισ τι τεταραγμενοι εσται και δια τι διαλογισμοι αναβαινουσιν εν ταισ καρδιαισ υμων Ac ; και ειπεν αυτοισ τι τεταραγμενοι εστε και τι διαλογισμοι αναβαινουσιν εν τη καρδια υμων B, U0001D513⁷⁵ ; και ειπεν αυτοισ τι τεταραγμενοι εσται και δια τι διαλογισμοι αναβαινουσιν εν ταισ καρδιαισ υμω W ; ο δε ειπεν αυτοισ τι τεταραγμενοι εσται και εινα τι διαλογισμοι αναβαινουσιν εν τη καρδια υμων D ; και ειπεν αυτοις*0 P141 ; Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ; καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; KJTR, RP ; καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστὲ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ST (omission)
39 Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός. Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.”
Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός. Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.” SR, WH ειδετε τουσ ποδασ μου και τασ χιρασ μου οτι εγω ειμι αυτοσ ψηλαφησατε με |και ιδετε οτι πνα σαρκασ και οστεα ουκ εχει καθωσ εμε θεωρειται εχοντα ℵ ; ειδετε τασ χειρασ μου και τουσ ποδασ μου οτι αυτοσ εγω ειμι ψηλαφησατε με και ιδετε οτι πνα σαρκα και οστεα ουκ εχει καθωσ εμε θεωρειτε εχοντα A ; ιδετε τασ χειρασ μου και τουσ ποδασ μου οτι εγω ειμι αυτοσ ψηλαφησατε με και ιδετε οτι πνευμα και σαρκα και οστεα ουκ εχει καθωσ εμε θεωρειτε εχοντα B ; ειδετε τασ χειρασ μου και τουσ ποδασ οτι αυτοσ εγω ειμει ψηλαφησατε και ιδετε οτι πνα σαρκα και οστεα ουκ εχει καθωσ με θεωρειται εχοντα W ; ιδετε τασ χειρασ μου και τουσ ποδασ μου οτι εγω αυτοσ ειμι ψηλαφησατε και ιδετε το πνα οστα ουκ εχει και σαρκασ καθωσ εμε εβλεπετε εχοντα D ; ιδετε τασ χειρασ μου και τουσ ποδασ οτι εγω ειμι αυτοσ ψηλαφησατε με και ιδετε οτι πνα σαρκασ και οστεα ουκ εχει καθωσ εμε θεωρειτε εχοντα U0001D513⁷⁵ ; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι: ψηλαφήσατέ με, καὶ ἴδετε· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. KJTR, RP, ST (substitution)
40 Καὶ τοῦτο εἰπὼν, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
Καὶ τοῦτο εἰπὼν, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. SR και τουτο ειπων εδιξεν αυτοισ τασ χιρασ και τουσ ποδασ ℵ ; και τουτο ειπων επεδειξε αυτοισ τασ χειρασ και τουσ ποδασ A ; και τουτο ειπων εδειξεν αυτοισ τασ χειρασ και τουσ ποδασ B, U0001D513⁷⁵ ; και τουτο ειπων επεδειξεν αυτοισ τασ χειρασ και τουσ ποδασ W ; Καὶ τοῦτο εἰπὼν, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. KJTR, RP, ST (substitution)
41 Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, “Ἔχετέ τι βρώσιμον ἐνθάδε;”
Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; KJTR, RP, SR, ST, WH ετι δε απιστουντω αυτων απο τησ χαρασ και θαυμαζοτων ειπεν αυτοισ εχετε τι βρωσιμο ωδε ℵ ; ετι δε απιστουτων αυτω και θαυμαζοντω απο τησ χαρασ ειπεν αυτοισ εχετε τι βρωσιμον ενθαδε A ; ετι δε απιστουντω αυτων απο τησ χαρασ και θαυμαζοντων ειπε αυτοισ εχετε τι βρωσιμον ενθαδε B ; ετι δε απιστουντων αυτων απο τη χαρασ και θαυμαζοντων ειπεν αυτοισ εχετε τι βρωσιμον ενθαδε W ; ετι δε απιστουντων αυτων απο τησ χαρασ και θαυμαζοντων ειπεν εχετε τι βρωσιμον ενθαδε D ; ετι δε απιστουντων αυτων απο τησ χαρασ και θαυμαζοντων ειπεν αυτοισ εχετε τι βρωσιμον ενθαδε U0001D513⁷⁵ (substitution)
42 Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος.
Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος. SR, WH οι δε επεδωκαν αυτω ιχθυοσ οπτου μεροσ A, B, U0001D513⁷⁵, W, ℵ ; κα επεδωκαν αυτω ιχθυοσ οπτου μεροσ D ; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. KJTR, RP, ST (addition)
43 Καὶ λαβὼν, ἐνώπιον αὐτῶν ἔφαγεν.
και λαβων ενωπιον αυτω εφαγεν U0001D513⁷⁵ ; και λαβων ενωπιον αυτων εφαγεν D, KJTR, RP, SR, ST, W, WH, ℵ ; και λαβων ενωπιον παντων εφαγε A ; και λαβω ενωπιον αυτων εφαγεν B (substitution)
44 Εἶπεν δὲ πρὸς αὐτούς, “Οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ.”
¶Εἶπεν δὲ πρὸς αὐτούς, “Οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ.” SR, WH ειπεν δε προσ αυτουσ ουτοι οι λογοι ουσ ελαλησα προσ υμασ ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα ε τω νομω μωσεωσ εν τοισ προφηταισ και ψαλμοι περι εμου ℵ ; ειπεν δε προσ αυτουσ ουτοι οι λογοι ουσ ελαλησα προσ υμασ ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα ε τω νομω μωσεωσ εν τοισ προφηταισ και ψαλμοισ περι εμου ℵc ; ειπεν δε αυτοισ ουτοι οι λογοι μου ουσ ελαλησα προσ υμασ ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωσεωσ και προφηταισ και ψαλμοισ περι εμου A ; ειπεν δε προσ αυτουσ ουτοι οι λογοι μου |ουσ ελαλησα προσ υμασ ετι ων συν υμιν οτι δει πληρωθηναι απαντα τα γεγραμμενα εν τω νομω μωυσεωσ και τοισ προφηταισ και ψαλμοισ περι εμου B ; ειπεν δε αυτοισ ουτοι οι λογοι ουσ ελαλησα προσ υμασ ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωυσεωσ και προφηταισ και ψαλμοισ περι εμου W ; και ειπεν αυτοισ ουτοι οι λογοι μου ουσ ελαλησα προσ υμασ εν ω ημην συν υμειν οτι δει πλησθηναι παντα τα γεγραμμενα εν τω νομω μωυσεωσ και προφηταισ και ψαλμοισ περι εμου D ; ειπεν δε προσ αυτουσ ουτοι οι λογοι μου ουσ ελαλησα προσ υμασ ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωυσεωσ και τοισ προφηταισ και ψαλμοισ περι εμου U0001D513⁷⁵ ; Εἶπεν δὲ αὐτοῖς, Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα, τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως, καὶ προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ. KJTR, RP ; εἶπε δὲ αὐτοῖς, Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. ST (substitution)
45 Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς. Καὶ εἶπεν αὐτοῖς,
Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς, ⋄Καὶ εἶπεν αὐτοῖς, KJTR, RP, SR, ST, WH τοτε διηνυξεν αυτων τον νουν του συνιεναι τασ γραφασ και ειπεν αυτοισ D, ℵ ; τοτε διηνοιξεν αυτων το νουν του συνιεναι τασ γραφασ και ειπεν αυτοισ A ; τοτε διηνοιξεν αυτων τον νουν του συνειναι τασ γραφασ και ειπεν αυτοισ B ; τοτε διηνοιξεν αυτων τον νουν του συνειεναι τασ γραφασ και ειπεν αυτοισ W ; \*και ειπεν αυτοισ C ; τοτε διηνοιξεν αυτων τον νουν του συνιεναι τασ γραφασ και ειπεν αυτοισ U0001D513⁷⁵ (omission)
46 ὅτι “Οὕτως γέγραπται, παθεῖν τὸν ˚Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
ὅτι “Οὕτως γέγραπται, παθεῖν τὸν ˚Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, SR, WH οτι ουτωσ γεγραπται παθειν τον χν και αναστηναι εκ νεκρων τη τριτη ημερα B, C, U0001D513⁷⁵, ℵ ; οτι ουτωσ γεγραπται και ουτωσ εδει παθειν τον χν και αναστηναι εκ νεκρω τη τριτη ημερα A ; οτι ουτωσ γεγραπται και ουτωσ εδει παθειν τον χν και αναστηναι εκ νεκρων τη τριτη ημερα W ; οτι ουτωσ γεγραπται τον χρν παθειν και αναστηναι τη τριτη ημερα D ; ὅτι Οὕτως γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ: KJTR, RP ; Ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, ST (substitution)
47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἰερουσαλήμ.
καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἰερουσαλήμ. SR ϗ κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν εισ αφεσιν αμαρτιων εισ παντα τα εθνη αρξαμενοι απο ιερουσαλημ ℵ ; και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν και αφεσιν αμαρτιων εισ παντα |τα εθνη αρξαμενον απο ιλημ A ; και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν εισ αφεσιν αμαρτιων εισ παντα τα εθνη αρξαμενοι απο ιερουσαλημ B ; και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν και αφεσιν αμαρτιων εισ παντα τα εθνη αρξαμενον απο ιερουσαλημ W ; και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν και αφεσιν αμαρτιων εισ παντα τα εθνη αρξαμενοι απο ιλημ C ; και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν και αφεσιν αμαρτιων ωσ επι παντα τα εθνη αρξαμενων απο ιερουσαλημ D ; και κηρυχθηναι εν τω ονοματι αυτου μετανοιαν εισ αφεσιν αμαρτιων εισ παντα τα εθνη αρξαμενον απο ιλημ U0001D513⁷⁵ ; Καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἰερουσαλήμ. KJTR, RP, ST ; καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη,– ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· WH (substitution)
48 Ὑμεῖς μάρτυρες τούτων.
Ὑμεῖς μάρτυρες τούτων. SR, WH υμεισ εστε μαρτυρεσ τουτων ℵ ; υμεισ δε εσται μαρτυρεσ τουτων A, W ; υμεισ μαρτυρεσ τουτων B, U0001D513⁷⁵ ; υμεισ μαρτυρεσ εστε τουτων C ; και υμεισ δε μαρτυρεσ τουτων D ; Ὑμεῖς δὲ ἐστε μάρτυρες τούτων. KJTR, RP, ST (addition)
49 Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει, ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.”
ιδου εγω αποστελλω ] καγω αποστελ|λω την επαγγελιαν του πατροσ μου εφ υμασ υμεισ δε καθισατε εν τη πολει εωσ ου ενδυσησθε εξ υψουσ δυναμιν ℵ ; και ιδου εγω αποστελλω την επαγγελεια του πρσ μου εφ υμασ υμεισ δε καθεισατε εν τη πολει ιλημ εωσ ου ενδυσησθαι δυναμιν εξ υψουσ A ; και ιδου εγω εξαποστελλω την επαγγελειαν του πατροσ μου εφ υμασ υμεισ δε καθισατε εν τη πολει εωσ ου ενδυσησθε εξ υψουσ δυναμιν B ; και εγω ιδου αποστελλω την επαγγελεια \του πρσ μου εφ υμασ υμεισ δε καθεισατε εν τη πολει ιερουσαλημ εωσ ου ενδυσησθαι δυναμιν εξ υψουσ W ; και ιδου εγω αποστελλω την επαγγελιαν του πρσ μου εφ υμασ υμεισ δε καθισατε εν τη πολει εωσ ου ενδυσησθε εξ υψουσ +δυναμιν C ; και εγω αποστελλω την επαγγελιαν μου εφ υμασ υμεισ δε καθισατε εν τη πολει εωσ οτου ενδυσησθε δυναμιν εξ υψουσ D ; και εγω αποστελλω την επαγγελιαν του προσ μου εφ υμασ υμεισ δε καθισατε εν τη πολει εωσ ου ενδυσησθε εξ υψουσ δυναμιν U0001D513⁷⁵ ; ¶Καὶ, ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφʼ ὑμᾶς: ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἰερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. KJTR, RP, ST ; καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν. WH (substitution)
50 Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς.
εξω ] εξηγαγεν δε αυτουσ εωσ προσ βηθανιαν και επαρασ τασ χιρασ αυτου ηυλογησεν αυτουσ ℵ ; εξηγαγεν δε αυτουσ εξω εωσ εισ βηθανια και επαρασ τασ χειρασ αυτου ευλογησεν αυτουσ A ; εξηγαγεν δε αυτουσ εωσ προσ βηθανιαν και επαρασ τασ χειρασ αυτου ευλογησεν αυτουσ B, C ; εξηγαγεν δε αυτουσ εξω εωσ a και επαρασ τασ χειρασ ηυλογησεν αυτουσ W ; εξηγαγεν δε αυτουσ εξω προσ βηθανιαν επαρασ δε τασ χειρασ ηυλογησεν αυτουσ D ; εξηγαγεν δε αυτουσ εωσ προσ βηθανιαν και απαρασ τασ χειρασ αυτου ευλογησεν αυτουσ U0001D513⁷⁵ ; ¶Ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. KJTR, RP ; Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὑτοῦ, εὐλόγησεν αὐτούς. ST (substitution)
51 Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς, διέστη ἀπʼ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
Καὶ ἐγένετο, ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπʼ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. KJTR, RP, SR, ST και εγενετο εν τω ευλογιν αυτο αυτουσ διεστη απ αυτων ℵ ; και εγενετο εν τω ευλογει αυτον αυτουσ διεστη απ αυτω και ανεφερετο εισ τον ουνον A ; και εγενετο εν τω ευλογει αυτον αυτουσ διεστη απ αυτων και ανεφερετο εισ τον ουνον Ac ; και εγενετο εν τω ευλογειν αυτον αυτουσ διεστη απ αυτων και ανεφερετο εισ τον ουρανον B, C, U0001D513⁷⁵, W ; και εγενετο εν τω ευλογειν αυτον αυτουσ απεστη απ αυτων D ; καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν. WH (substitution)
52 Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν, ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης.
και αυτοι προσκυνησαντεσ αυτον υπεστρεψα εισ ιερουσαλημ μετα χαρασ μεγαλησ Bc ; και αυτοι προσκυνησαντεσ αυτον υπεστρεψαν εισ ιερουσαλημ μετα χαρασ μεγαλησ W ; Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης: KJTR, RP, SR, ST ; και αυτοι προσκυνησατεσ αυτον υπεστρεψαν εισ ιερουσαλημ μετα χαρασ μεγαλησ ℵ ; και αυτοι προσκυνησαντεσ αυτον υπεστρεψα εισ ιλημ μετα χαρασ μεγαλησ A ; και αυτοι προσκυνησαντεσ αυτον υπεστρεψα εισ ιερουσαλημ μετα χαρασ B ; και αυτοι προσκυνησαντεσ αυτον υπεστρεψαν εισ ιλημ μετα χαρασ μεγαλησ C, U0001D513⁷⁵ ; και αυτοι υπεστρεψαν εισ ιερουσαλημ μετα χαρασ μεγαλησ D ; καὶ αὐτοὶ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, WH (substitution)
53 Καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν ˚Θεόν.
Καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν ˚Θεόν. SR, WH και ησαν δια παντοσ εν τω ιερω ευλογουντεσ τον θν U0001D513⁷⁵, ℵ ; και ησαν δια παντοσ αινουτεσ και ευλογουντεσ τον θν αμην A ; και ησαν δια παντοσ εν τω ιερω αινουτεσ και ευλογουντεσ τον θν αμην Ac ; και ησαν δια παντοσ εν τω ιερω ευλογουντεσ τον θν αμην B ; και ησαν δια παντοσ εν τω ιερω αινουντεσ και ευλογουντεσ τον θν W ; και ησαν δια παντοσ εν τω ιερω ευλογουντεσ*& C ; και ησαν δια παντοσ εν τω ιερω αινουντεσ τον θν D ; Καὶ ἦσαν δια παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν. KJTR, RP ; καὶ ἦσαν διαπαντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ¶αμήν. ST (substitution)