Λέγει αὐτῷ πάλιν δεύτερον, “Σίμων Ἰωάννου, ἀγαπᾷς με;” Λέγει αὐτῷ, “Ναί, ˚Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.” Λέγει αὐτῷ, “Ποίμαινε τὰ πρόβατά μου.”
προβατα ] παλιν λεγει αυτω σιμων ιωαννου αγαπασ με λεγει αυτω κε συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατα μου ℵ ; παλιν λεγει αυτω το $β σιμων ιωαννου αγαπασ με λεγει αυτω κε συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατα μου ℵc ; λεγει αυτω παλιν δευτερον σιμων ιωνα αγαπασ με λεγει αυτω ναι κε συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατα μου A ; λεγει αυτω παλιν δευτερον σιμω ιωανου αγαπασ με λεγει αυτω ναι κε συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατια μου B ; παλιν λεγει αυτω δευτερον σιμω ιωαννου αγαπασ με λεγει αυτω ναι κε συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατα μου W ; παλιν λεγει αυτω δευτερον σιμων ιωαννου αγαπασ με λεγει αυτω ναι κε συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατια μου C ; λεγει αυτω δευτερον ο κσ σιμων ιωανου αγαπασ με λεγει αυτω ναι κε συ οιδασ οτι φιλω σε λεγει αυτω ποιμενε μου τα προβατα D ; Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων, Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. KJTR, RP, ST ; λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωάνου, ἀγαπᾷς με; λέγει αὐτῷ Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ Ποίμαινε τὰ προβάτιά μου. WH (substitution)