1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν ˚Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
¶Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν: KJTR, RP, SR, ST, WH πασ γαρ αρχιερευσ εξ ανθρωπω λαμβανομενοσ υπερ ανθρωπων καθισταται τα προσ τον θν ινα προσφερη δωρα τε και θυσιασ υπερ αμαρτιω ℵ ; πασ γαρ αρχιερευσ εξ ανων λαμβανομενοσ υπερ ανων καθισταται τα προσ τον θν ινα προσφερη δωρα τε και θυσιασ υπερ αμαρτιων A, C ; πασ γαρ αρχιερευσ εξ ανθρωπων λαμβανομενοσ υπερ ανθρωπων καθισταται τα προσ τον θν ινα προσφερη δωρα και θυσιασ υπερ αμαρτιων B, P13 ; πασ γαρ αρχιερευσ εξ ανθρωπων λαμβανομενοσ υπερ ανθρωπων καθισταται προσ τον θν ινα προσφερη δωρα και θυσιασ περι αμαρτιων U0001D513⁴⁶ (substitution)
2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,
μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, SR, ST, WH μετριοπαθειν δυναμενοσ τοισ αγνοουσι και πλανωμενοισ επει και αυτοσ περικειται ασθενιαν ℵ ; μετριοπαθειν δυναμενοσ τοισ αγνοουσιν και πλανωμενοισ επει και αυτοσ περικειται ασθενειαν A, B, P13 ; μετριοπα\θειν δυναμενοσ τοισ αγνοουσι και πλανωμενοισ επει και αυτοσ περικειται ασθενειαν C, U0001D513⁴⁶ ; Μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις·, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν. KJTR, RP (substitution)
3 καὶ διʼ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ οὕτως καὶ περὶ αὑτοῦ, προσφέρειν περὶ ἁμαρτιῶν.
αυτου ] και δι αυτην οφειλει καθωσ περι του λαου ουτωσ και περι εαυτου προσφερει περι αμαρτιων ℵ ; και δι αυτην οφιλει καθωσ περι του λαου ουτωσ και περι εαυτου προσφερειν περι αμαρτιων A ; και δι αυτη οφιλει καθωσ περι του λαου ουτωσ και περι αυτου προσφερειν περι αμαρτιων B ; και δι αυτην οφειλει καθωσ περι του λαου ουτωσ και περι εαυτου προσφερειν περι αμαρτιων C ; και δι αυτην οφιλει καθωσ περι του λαου ουτωσ και περι αυτου προσφερειν περι αμαρτιων P13 ; και δι αυτην οφειλει καθωσ περι του λαου ουτωσ και περι αυτου προσφερει περι αμαρτιων U0001D513⁴⁶ ; Καὶ διὰ ταὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ἑαυτοῦ, προσφέρειν ὑπὲρ ἁμαρτιῶν. KJTR, RP ; καὶ διὰ ταύτην ὀφείλει καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. ST ; καὶ διʼ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. WH (substitution)
4 Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ ˚Θεοῦ, καθώσπερ καὶ Ἀαρών.
Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ ˚Θεοῦ, καθώσπερ καὶ Ἀαρών. SR, WH και ουχ εαυτω τισ λαμβανει την τιμην αλλα καλουμενοσ υπο του θυ καθωσπερ και ααρων A, ℵ ; και ουχ εαυτω λαμβανει την τειμην αλλα καλουμενοσ υπο του θυ καθωσπερ και ααρων B ; και ουχ εαυτω τισ λαμβανει την τειμην αλλα καλουμενοσ υπο του θυ καθωσπερ και ααρων Bc, U0001D513⁴⁶ ; και ουχ εαυτω τισ λαμβανει την τιμην αλλα καλουμενοσ υπο του θυ καθωσ και ααρων C ; και ουχ εαυτω τισ λαμβανει την τιμην αλλα* καλουμενοσ υπο του θυ P13 ; Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρών. KJTR ; Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθάπερ καὶ Ἀαρών. RP ; Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Ἀαρών· ST (substitution)
5 Οὕτως καὶ ὁ ˚Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλʼ ὁ λαλήσας πρὸς αὐτόν, “Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.”
Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα· ἀλλʼ ὁ λαλήσας πρὸς αὐτόν, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. KJTR, RP, SR, WH ουτωσ και ο χσ ουχ εαυτον εδοξασεν γενηθηναι αρχιερεα αλλ ο λαλησασ προσ αυτο υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε ℵ ; ουτωσ και ο χσ ουχ εαυτον εδοξασεν γενεσθαι αρχιερεα αλλ ο λαλησασ προσ αυτο υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε A ; ου|τωσ και ο χσ ουχ εαυτον εδοξασεν γενηθηναι αρχιερεα αλλ ο λαλησασ προσ αυτον υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε B ; ουτωσ και ο χσ ουχ εαυτον εδοξασε γενηθηναι αρχιερεα αλλ ο λαλησασ προσ αυτον υσ μου ει συ εγω σημερον γεγεννηκα σε C ; ουτωσ και ο χσ ουχ εαυτον εδοξασεν γενηθηναι*& P13 ; ουτωσ και ο χρσ ουχ εαυτον εδοξασεν γενηθηναι αρχιερεα αλλα ο λαλησασ προσ αυτον υισ μου ει συ εγω σημερον γεγεννηκα σε U0001D513⁴⁶ ; οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλʼ ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. ST (omission)
6 Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, “Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.”
Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. KJTR, RP, SR, ST, WH καθωσ και εν ετερω λεγει συ ιερευσ εισ τον αιωνα κατα την ταξιν μελχισεδεκ C, ℵ ; καθωσ και εν ετερω λεγει συ ιερευσ εισ τον αιωνα κατα την ταξιν μελχισεδεχ A ; καθωσ και εν ετερω λεγει συ ιερευσ εισ τον αιωνα κατα την ταξι μελχισεδεκ B ; καθωσ και εν ετερω λεγει συ ει a εισ τον αιωνα κατα την ταξιν μελχισεδεκ U0001D513⁴⁶ (substitution)
7 Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας, πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.
Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας· KJTR, RP, SR, ST, WH οσ εν ταισ ημεραισ τησ σαρκοσ αυτου δεησεισ τε ϗ ικετηριασ προσ τον δυναμενον σωζει αυτον εκ θανατου μετα κραυγησ ισχυρασ και δακρυων προσενεγκασ και εισακου|σθεισ απο τησ ευλαβειασ ℵ ; οσ εν ταισ ημεραισ τησ σαρκοσ αυτου δεησεισ τε και ικετηριασ προσ τον δυναμενον σωζει αυτον εκ θανατου μετα κραυγησ ισχυρασ και δακρυων προσενεγκασ και εισακουσθεισ απο τησ ευλαβειασ A ; οσ εν ταισ ημεραισ τησ σαρκοσ αυτου δεησισ τε και ικετηριασ προσ τον δυναμενον σωζειν αυτον εκ θανατου μετα κραυγησ ισχυρασ και δακρυων προσενεγκασ και εισακουσθεισ απο τησ ευλαβειασ B ; οσ εν ταισ ημεραισ τησ σαρκοσ αυτου δεησεισ τε και ικετηριασ προσ τον δυναμενον σωζειν αυτον εκ θανατου μετα κραυγησ ισχυρασ και δακρυων προσενεγκασ και εισακουσθεισ απο τησ ευλαβειασ C, U0001D513⁴⁶ (substitution)
8 Καίπερ ὢν υἱός, ἔμαθεν ἀφʼ ὧν ἔπαθεν τὴν ὑπακοήν,
Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφʼ ὧν ἔπαθεν τὴν ὑπακοήν· KJTR, RP, SR, WH καιπερ ων υσ εμαθεν αφ ων επαθεν την υπακοην U0001D513⁴⁶, ℵ ; καιπερ ων υιοσ εμαθεν αφ ων επαθεν την υπακοην A, C ; καιπερ ων υιοσ εμαθεν απ ων επαθεν την υπακοην B ; καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφʼ ὧν ἔπαθε τὴν ὑπακοὴν, ST (substitution)
9 καὶ τελειωθεὶς, ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,
καὶ τελειωθεὶς, ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, SR, WH και τελειωθεισ εγενετο πασιν τοισ υπακουουσιν αυτω αιτιοσ σωτηριασ αιωνιου A, B, U0001D513⁴⁶, ℵ ; και τελειωθεισ εγενετο πασι τοισ υπακουουσιν αυτω αιτιοσ σωτηριασ αιωνιου C ; Καὶ τελειωθεὶς, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου· KJTR, RP, ST (substitution)
10 προσαγορευθεὶς ὑπὸ τοῦ ˚Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.
Προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ. KJTR, RP, SR, ST, WH προσαγορευθεισ υπο του θυ αρχιερευσ κατα τη ταξιν μελχισεδεκ ℵ ; προσαγορευθεισ υπο του θυ αρχιερευσ κατα την ταξι |μελχισεδεκ A, B ; προσαγορευθεισ υπο του θυ αρχιερευσ κατα την ταξιν μελχισεδεκ C ; προσαγορευθεισ υπο του θυ συ ει αρχιερευσ κατα την ταξιν μελχισεδεκ U0001D513⁴⁶ (substitution)
11 Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. KJTR, RP, SR, ST, WH περι ου πολυσ ημι ο λογοσ και δυσερμηνευτοσ λεγειν επει νωθροι γεγονατε ταισ ακοαισ ℵ ; περι ου πολυσ ημιν ο λογοσ και δυσερμηνευτοσ λεγειν επει νωθροι γεγονατε ταισ ακοαισ A, B, C ; περι ου πολυσ ημειν λογοσ και δυσερμηνευτοσ λεγειν επει νωθροι γεγονατε ταισ ακοαισ U0001D513⁴⁶ ; περι ου πολυσ ημειν ο λογοσ και δυσερμηνευτοσ λεγειν επει νωθροι γεγονατε ταισ ακοαισ U0001D513⁴⁶c (substitution)
12 Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ ˚Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.
και ] και γαρ οφειλοντεσ ειναι διδασκαλοι δια τον χρονον παλιν χρια εχετε του διδασκει υμασ τινα τα στοιχια τησ αρχησ των λογιων του θυ και γεγονατε χρειαν εχοντεσ γαλακτοσ ου στερεασ τροφησ ℵ ; και γαρ οφειλοντεσ ειναι διδασκαλοι δια το χρονον παλιν χρειαν εχετε του διδασκειν υμασ τινα τα στοιχεια τησ αρχησ των λογιων του θυ και γεγοναται χρειαν εχοντεσ γαλακτοσ και ου στερεασ τροφησ A ; και γαρ οφειλοντεσ ειναι διδασκαλοι δια τον χρονον παλιν χρειαν εχετε του διδασκει υμασ τινα τα στοιχεια τησ αρχησ των λογιων του θυ και γεγονατε χρειαν εχοντεσ γαλακτοσ και ου στε|ρεασ τροφησ B ; και γαρ οφειλοντεσ ειναι διδασκαλοι δια τον χρονον παλιν χρειαν εχετε του διδασκειν υμασ τινα τα στοιχεια τησ αρχησ των λογιων του θυ και γεγονατε χρειαν εχοντεσ γαλακτοσ ου στερεασ τροφησ C ; και γαρ οφειλοντεσ ειναι διδασκαλοι δια τον χρονον παλιν χρειαν εχετε του διδασκειν υμασ τινα στοιχεια τησ αρχησ των λογιων του θυ και γεγονατε χρειαν εχοντεσ γαλακτοσ ου στερεασ τροφησ U0001D513⁴⁶ ; Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι, διὰ τὸν χρόνον πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. KJTR, RP, ST (substitution)
13 Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν.
Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης: νήπιος γάρ ἐστιν. KJTR, RP, SR, WH πασ γαρ ο μετεχω γαλακτοσ απειροσ λογου δικαιοσυνησ νηπιοσ γαρ εστιν ℵ ; πασ γαρ ο μετεχων γαλακτοσ απειροσ λογου δικαιοσυνησ νηπιοσ γαρ εστιν A, B, C, U0001D513⁴⁶ ; πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι· ST (substitution)
14 Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα, ἐχόντων πρὸς διάκρισιν, καλοῦ τε καὶ κακοῦ.
Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. KJTR, RP, SR, ST, WH τελειων δε εστιν η στερεα τροφη τω δια την εξιν τα αισθητηρια γεγυμνασμενα εχοντων προσ διακρισιν καλου τε και κακου ℵ ; τελειων δε εστιν η στερεα τροφη των δια την αιξιν τα εσθητηρια γεγυμνασμενα εχοντων προσ διακρισιν καλου τε και κακου A ; τελειων δε εστι η στερεα τροφη των δια την εξιν τα εσθητηρια γεγυμνασμενα εχοντων προσ διακρισιν καλου τε και κακου B ; τελειων δε εστιν η στερεα τροφη των δια την εξιν τα αισθητηρια γεγυμνασμενα εχοντων προσ διακρισιν καλου τε και κακου C, U0001D513⁴⁶ (substitution)