1 Μετὰ δὲ πέντε ἡμέρας, κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν, καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
¶Μετὰ δὲ πέντε ἡμέρας, κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν, καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. SR, WH μετα δε πεντε ημερασ κατεβη ο αρχιερευσ ανανιασ μετα πρεσβυτερω τινων και ρητοροσ τερτυλλου τινοσ οιτινεσ ενεφανισαν τω ηγεμονι κατα του παυλου B, ℵ ; μετα δε τινασ ημερασ κατεβη ο αρχιερευσ ανανιασ μετα πρεσβυτερων τινω και ρητοροσ τερτυλλου τινοσ οιτεινεσ ενεφανισαν τω ηγεμονι κατα του παυλου A ; ¶Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ τῶν πρεσβυτέρων, καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. KJTR, RP, ST (substitution)
2 Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, “Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, “Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, SR, WH κληθεντοσ δε αυτου ηρξατο κατηγορειν ο τερτυλλοσ λεγων πολλησ ειρηνησ τυγχανοτεσ δια σου και διορθωματων γινομε|νων τω εθνι τουτω δια τησ σησ προνοιασ ℵ ; κληθεντοσ δε αυτου ηρξατο κατηγορειν ο τερτυλλοσ λεγω πολλησ ειρηνησ τυγχανοντεσ δια σου και διορθωματων γινομενων τω εθνει τουτω δια τησ σησ προνοιασ A ; κληθεντοσ δε ηρξατο κατηγορειν ο τερτυλλοσ λεγων πολλησ ειρηνησ τυγχανοντεσ δια σου και διορθωματων γεινομενων τω εθνει τουτω δια τησ σησ προνοιασ B ; Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος, λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες Διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, KJTR, RP, ST (substitution)
3 πάντῃ τε καὶ πανταχοῦ, ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
Πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. KJTR, RP, SR, ST, WH παντη τε ϗ πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασησ ευχαριστιασ ℵ ; παντη τε και πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασησ ευχαριστειασ A ; παντη τε και πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασησ ευχαριστιασ B (substitution)
4 Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως, τῇ σῇ ἐπιεικείᾳ.
Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. KJTR, RP, SR, ST ινα δε μη επι πλειον σε ενκοπτω παρακαλω ακουσαι σε ημων συντομωσ τη ση επιεικια ℵ ; ινα δε μη επι πλειον σε κοπτω παρακαλω ακουσαι σε ημων τη ση επιεικια A ; ινα δε μη επι πλιον σε ενκοπτω παρακαλω ακουσαι σε ημων συντομωσ τη ση επιεικια Ac ; ινα δε μη επι πλειον σε ενκοπτω παρακαλω ακουσαι σε ημων συντομωσ τη ση επεικεια B ; ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐνκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικίᾳ. WH (substitution)
5 Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, SR, WH ευροντεσ γαρ τον ανδρα τουτον λοιμο και κινουντα στασισ πασι τοισ ιουδαιοισ τοισ κατα την οικουμενη πρωτοστατην τε τησ των ναζωραιων ερεσεωσ ℵ ; ευροντεσ γαρ τον ανδρα τουτον λοιπον και κεινουντα στασεισ πασι τοισ ιουδαιοισ τοισ κατα την οικουμενην πρωτοστατην τε τησ των |ναζωραιων αιρεσεωσ A ; ευροντεσ γαρ τον ανδρα τουτον λοιμον και κεινουντα στασεισ πασι τοισ ιουδαιοισ τοισ κατα τη οικουμενην πρωτοστατην τε τησ των |ναζωραιων αιρεσεωσ B ; Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ κινοῦντα στάσιν πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως: KJTR, RP ; εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ST (substitution)
6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν.
ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν· RP, SR, WH οσ ϗ το ιερον επιρασεν βεβηλωσαι ον και εκρατησαμεν ℵ ; οσ και το ιερον επειρασεν βεβηλωσαι ον και εκρατησαμεν A, B ; Ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι: ὃν καὶ ἐκρατήσαμεν, καὶ κατά τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. KJTR ; ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. ST (addition)
8 παρʼ οὗ δυνήσῃ αὐτὸς, ἀνακρίνας περὶ πάντων τούτων, ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.”
παρʼ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. RP, SR, WH παρ ου δυνηση αυτοσ ανακρινασ περι παντων τουτων επιγνωναι ων ημεισ κατηγορουμεν αυτου ℵ ; παρ ου δυνηση ανακρινασ περι παντων τουτων επιγνωναι ων ημεισ κατηγορουμεν αυτου A ; παρ ου δυνηση αυτοσ ανακρεινασ περι παντων τουτων επιγνωναι ων ημεισ κατηγορουμεν αυτου B ; Κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ: παρʼ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι, ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. KJTR, ST (addition)
9 Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν. KJTR, RP, SR, WH συνεπεθεντο δε και οι ιουδαιοι φασκοντεσ ταυτα ουτωσ εχειν A, B, ℵ ; συνέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν. ST (substitution)
10 Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, “Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι.
¶Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, “Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι. SR, WH απεκριθη τε ο παυλοσ νευσαντοσ αυτω του ηγεμονοσ λεγειν εκ πολλων ετων οντα σε κριτην τω εθνι τουτω επισταμενοσ ευθυμωσ τα περι εμαυτου απολογουμαι ℵ ; απεκριθη τε ο παυλοσ νευσαντοσ αυτω του ηγεμονοσ λεγειν εκ πολλων ετων οντα σε κριτη τω εθνει τουτω επισταμενοσ ευθυμωσ τα περι εμαυτου απολογουμαι A ; απεκριθη τε ο παυλοσ νευσαντοσ αυτω του ηγεμονοσ λεγειν εκ πολλων ετων οντα σε κριτην τω εθνει τουτω επισταμενοσ ευθυμωσ τα περι εμαυτου απολογουμαι B ; Ἀπεκρίθη δὲ, ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι: KJTR, RP, ST (substitution)
11 Δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα, ἀφʼ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ.
Δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα, ἀφʼ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ. SR, WH δυναμενου σου επιγνωναι οτι ου πλειουσ εισιν μοι ημεραι δωδεκα αφ ησ ανεβην προσ\κυνησων εισ ιερουσαλημ B, ℵ ; δυναμενου επιγνωναι οτι ου πλειουσ εισιν μοι ημεραι δωδεκα αφ ησ ανεβην προσκυνησων εισ ιλημ A ; Δυναμένου σου γνῶναι, ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δεκαδύο, ἀφʼ ἧς ἀνέβην προσκυνήσων ἐν Ἰερουσαλήμ. KJTR, RP ; δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι ἢ δεκαδύο, ἀφʼ ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ· ST (substitution)
12 Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν,
Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν, SR, WH και ουτε ε τω ιερω ευρον με προσ τινα διαλεγομενον η επιστασι ποιουντα οχλου ουτε εν ταισ συναγωγαισ ουτε κατα την πολιν ℵ ; και ουτε εν τω ιερω ευρον με προσ τινα διαλεγομενον η επιστασιν ποιουντα οχλου ουτε εν ταισ συναγωγαισ ουτε κατα την πολιν A ; και ουτε εν τω ιερω ευρον με προσ τινα διαλεγομενον η επιστασιν ποιουντα οχλου ουτε ε ταισ συναγωγαισ ουτε κατα την πολιν B ; Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον, ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν: KJTR, RP, ST (substitution)
13 οὐδὲ παραστῆσαι δύνανταί σοι, περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
οὐδὲ παραστῆσαι δύνανταί σοι, περὶ ὧν νυνὶ κατηγοροῦσίν μου. SR, WH ουδε παραστησαι δυναται σοι περι ων νυνι κατηγορουσιν μου ℵ ; ουτε παραστησαι δυνανται σου περι ω νυνι κατηγορουσιν μου A ; ουτε παραστησαι δυνανται σοι περι ω νυνι κατηγορουσιν μου Ac ; ουδε παραστησαι δυνανται σοι περι ων νυνει κατηγορουσιν μου B ; Οὔτε παραστῆσαι δύνανται περὶ ὧν νῦν κατηγοροῦσίν μου. KJTR ; Οὔτε παραστῆσαί με δύνανται περὶ ὧν νῦν κατηγοροῦσίν μου. RP ; οὔτε παραστῆσαί με δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου. ST (substitution)
14 Ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν Ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ ˚Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
Ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν Ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ ˚Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, SR, WH ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτωσ λατρευω τω πατρωω θω πιστευων πασι τοισ κατα τον νομον και τοισ ε τοισ προφηταισ γεγραμμενοισ ℵ ; ομολογω δε τουτο σοι οτι κατα τη οδον ην λεγουσιν αιρεσιν ουτωσ λατρευω τω πατρωω θω πιστευω πασι τοισ κατα τον νομον και τοισ προφηταισ γεγραμμενοισ A ; ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτωσ λατρευω τω πατρωω θω πιστευων τοισ κατα νομον και τοισ εν τοισ προφηταισ γεγραμμενοισ B ; Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις: KJTR ; Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσιν τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις· RP ; ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις, ST (substitution)
15 ἐλπίδα ἔχων εἰς τὸν ˚Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι, δικαίων τε καὶ ἀδίκων.
ἐλπίδα ἔχων εἰς τὸν ˚Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι, δικαίων τε καὶ ἀδίκων. SR, WH ελπιδα εχων προσ τον θν ην και αυτοι προσδεχονται αναστασιν μελλι εσεσθαι δικαιω τε και αδικων ℵ ; ελπιδα εχων εισ τον θν ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθε δικαιων τε και αδικων A ; ελπι\δα εχων εισ τον θν η και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι δικαιων τε και αδικων B ; ελ\πιδα εχων προσ θν ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι δικαιων τε και αδικων C ; Ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων. KJTR, RP, ST (substitution)
16 Ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν ˚Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
εν τουτω και αυτοσ ασκω απροσκοπον συνιδησιν εχειν προσ τον θν και τουσ ανθρωπουσ δια παντοσ ℵ ; Ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν ˚Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. SR, WH ; εν τουτω και αυτοσ ασκω απροσκοπον συνιδησιν εχειν προσ τον θν και τουσ ανουσ δια παντοσ A ; εν τουτω και αυτοσ ασκω απροσκοπον συνειδησιν εχειν προσ τον θν και τουσ ανθρωπουσ δια παντοσ B ; εν τουτω και αυτοσ ασκω απροσκοπον συνειδησιν εχειν προσ τον θν και τουσ ανουσ δια παντοσ C ; Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν, καὶ τοὺς ἀνθρώπους δια παντός. KJTR ; Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. RP ; ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διαπαντός. ST (substitution)
17 Διʼ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
Διʼ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς, SR, WH δι ετων δε πλειονων ελεημοσυνασ ποιησων εισ το εθνοσ μου παρεγενομην και προσφορασ B, C, ℵ ; δι ετων δε πλειονων ελεημοσυνασ ποιησων εισ το εθνοσ μου και προσφορασ A ; Διʼ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου, καὶ προσφοράς. KJTR, RP, ST (substitution)
18 ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου.
ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου. SR, WH εν αισ ευρον με ηγνισμενο εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου ℵ ; εν αισ ευρον με ηγνισμενον εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου A, B, C ; Ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου· KJTR, RP, ST (substitution)
19 Τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ.
Τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ. SR, WH τινεσ δε απο τησ ασιασ ιουδαιοι ουσ εδει επι σου παρειναι και κατηγορειν ει τι ε|χοιεν προσ εμε A, ℵ ; τινεσ δε απο τησ ασιασ ιουδαιοι ουσ εδει επι σου παρειναι και κατηγορει ει τι εχοιεν προσ εμε B ; τινεσ δε των απο τησ ασιασ ιουδαιοι ουσ εδει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προσ εμε C ; τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι. ⋄Οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι, καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρός με. KJTR ; τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· ⋄οὓς δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με. RP ; τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴτι ἔχοιεν πρός με· ST (substitution)
20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἀδίκημα, στάντος μου ἐπὶ τοῦ Συνεδρίου,
Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἀδίκημα, στάντος μου ἐπὶ τοῦ Συνεδρίου, SR, WH η αυτοι ουτοι ειπατωσαν τι ευρον αδικημα σταντοσ μου επι του συνεδριου B, ℵ ; ει αυτοι ουτοι ειπατωσαν τι ευρον αδικημα σταντοσ μου επι του συνεδριου A ; ει αυτοι ουτοι ειπατωσαν τι ευρον εν εμοι αδικημα σταντοσ μου επι του συνεδριου C ; Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, εἴ τι εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, KJTR ; Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, RP ; ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν εἴτι εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, ST (substitution)
21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς: ὅτι ‘Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφʼ ὑμῶν.’”
ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς: ὅτι ‘Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφʼ ὑμῶν.’” SR, WH η περι μιασ ταυτησ φωνησ ησ εκεκραξα εν αυτοισ εστωσ οτι περι αναστασεωσ νεκρων εγω κρινομαι σημερον υφ υμων ℵ ; η περι μιασ ταυτησ φωνησ ησ εκεκραξα εν αυτοισ εστωσ οτι περι αναστασεωσ νεκρων εγω κρινομαι σημερον εφ υμων A ; η περι μιασ ταυτησ φωνησ ησ εκεκραξα εν αυτοισ εστωσ οτι περι αναστασεωσ νεκρων εγω κρεινομαι σημερον εφ υμω B ; η περι μιασ ταυτησ φωνησ ησ εκεκραξα εν αυτοισ εστωσ οτι περι αναστασεωσ νεκρων κρινομαι σημερον εφ υμων C ; Ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφʼ ὑμῶν. KJTR, RP, ST (substitution)
22 Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ, εἴπας, “Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθʼ ὑμᾶς”·
¶Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ, εἴπας, “Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθʼ ὑμᾶς”· SR, WH ανεβαλετο δε αυτουσ ο φηλιξ ακριβεστερον ειδωσ τα περι τησ οδου ειπασ οτα λυσιασ ο χιλιαρχοσ καταβη διαγνωσομαι τα κατεσε υμασ ℵ ; ανεβαλετο δε αυτουσ ο φηλιξ ακριβεστερον ειδωσ τα περι τησ οδου ειπασ οτα λυσιασ ο χιλιαρχοσ καταβη διαγνωσομαι τα καθ υμασ ℵc ; \ανεβαλετο δε αυτουσ ο φηλιξ ακρειβεστερον ειδωσ τα περι τησ οδου ειπασ οταν λυσιασ ο χιλιαρχοσ καταβη διαγνωσομαι τα καθ υμασ A ; ανεβαλετο δε αυτουσ ο φηλιξ ακρειβεστερον ειδωσ τα περι τησ οδου ειπασ οταν λυσιασ ο χειλιαρχοσ καταβη διαγνωσομαι τα καθ υμασ B ; ανεβαλετο δε αυτουσ ο φηλιξ ακριβεστερον ειδωσ τα περι τησ οδου ειπασ οταν λυσιασ ο χιλιαρχοσ καταβη διαγνωσομαι τα καθ υμασ C ; Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ, ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἴπων, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθʼ ὑμᾶς. KJTR, RP, ST (substitution)
23 διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.
διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ. SR, WH διαταξαμενοσ τω χιλιαρχη τηρισθαι αυτον εχιν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετιν αυτω ℵ ; διαταξαμενοσ τω εκατονταρχη τηρισθαι αυτον εχιν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετιν αυτω ℵc ; διαταξαμενοσ τω εκατονταρχη τηρεισθαι αυτον εχειν τε ανεσι και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν αυτω A ; διαταξαμενοσ τω εκατονταρχη τηρεισθαι αυτον εχει τε ανεσιν και μηδενα κωλυειν των ιδιων |αυτου υπηρετειν αυτω B, C ; Διαταξάμενος τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ. KJTR, RP, ST (substitution)
24 Μετὰ δὲ ἡμέρας τινὰς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ, τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς ˚Χριστὸν πίστεως.
¶Μετὰ δὲ ἡμέρας τινὰς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ, τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς ˚Χριστὸν πίστεως. SR μετα δε ημερασ τινασ παραγενομενοσ ο φηλιξ συν δρουσιλλη τη γυναικι αυτου ουση ιουδαια και μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι τησ εισ χν ιν πιστεωσ ℵ ; μετα δε ημερασ τινασ παραγενομενοσ ο φηλιξ συν δρουσιλλη τη ιδια γυναικι αυτου ουση ιουδαια και μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι τησ εισ χν πιστεωσ ℵc ; μετα δε τινασ ημερασ παραγενοσ ο φηλιξ σουν δρουσιλλη τη ιδια γυναικι αυτου ουση ιουδαια μετεπεμψατο τον παυλον και ηκουσε αυτου περι τησ εισ χν πιστεωσ A ; μετα δε ημερασ τινασ παραγενομενοσ ο φιλιξ συν δρουσιλλη τη ιδια γυναικι ουση ιουδαια μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι τησ εισ χν ιυ πιστεωσ B ; μετα δε ημερασ τινασ παραγενομενοσ ο φηλιξ συν δρουσιλλη τη γυναικι ουση ιουδαια μετεπεμψατο το παυλον και ηκουεεν περι τησ εισ χν* πιστεωσ C ; Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ, αὐτοῦ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν πίστεως. KJTR, ST ; ¶Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς χριστὸν πίστεως. RP ; ¶Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως. WH (substitution)
25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης, καὶ ἐγκρατείας, καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος, ὁ Φῆλιξ ἀπεκρίθη, “Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν, μετακαλέσομαί σε.”
Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης, καὶ ἐγκρατείας, καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος, ὁ Φῆλιξ ἀπεκρίθη, “Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν, μετακαλέσομαί σε.” SR, WH διαλεγομενου δε αυτου περι εγκρατιασ και διϗοσυνησ και του κριματοσ του μελλοντοσ εμφοβοσ γενομενοσ ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβω μετακαλεσομαι σε ℵ ; διαλεγομενου δε αυτου περι δικαιοσυνησ και εγκρατειασ και του κριματοσ του μελλοτοσ εμφοβοσ δε γενομενοσ ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε παραλαβων μετακαλεσομαι σε A ; διαλεγομενου δε αυτου περι δικαιοσυνησ και εγκρατειασ και του κριματοσ του μελλοντοσ εμφοβοσ γενομενοσ ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβων μετακαλεσομαι σε B ; διαλεγομενου δε αυτου περι δικαιοσυνησ και εγκρατειασ και του μελλοντοσ κριματοσ εμφοβοσ γενομενοσ ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβων μετακαλεσομαι σε C ; Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης, καὶ ἐγκρατείας, καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ, ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε. KJTR, RP, ST (substitution)
26 Ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος, ὡμίλει αὐτῷ.
Ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος, ὡμίλει αὐτῷ. SR, WH αμα και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του |παυλου διο και πυκνοτερον αυτον μεταπεμπομενοσ ωμιλει αυτω ℵ ; αμα και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του παυλου διο και πυκνοτερον αυτο μεταπεμπομενοσ ωμιλει αυτω A ; αμα και ελπιζων οτι χρηματα δοθησετα υπο του παυλου διο και πυκνοτερον αυτον μεταπεμπομενοσ ωμειλει αυτω B ; αμα και ελπιζων οτι χρηματα δοθησεται υπο του παυλου διο και πυκνοτερον αυτον μεταπεμπομενοσ ωμειλει αυτω Bc ; αμα και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του παυλου διο και πυκνοτερον αυτον μεταπεμπομενοσ διελεγετο αυτω C ; Ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν: διὸ καὶ πυκνότερον αὐτὸν, μεταπεμπόμενος ὡμίλει αὐτῷ. KJTR, RP ; ἅμα δὲ καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος, ὡμίλει αὐτῷ. ST (substitution)
27 Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.
¶Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον. SR διετιασ δε πληρωθισησ ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελω τε χαριτα καταθεσθαι τοισ ιουδαιοισ ο φηλιξ κατελιπε τον παυλον δεδεμενον ℵ ; διετιασ δε πληρωθεισησ ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων τε χαριτα καταθεσθαι τοισ ιουδαιοισ ο φιλιξ κατελειπεν το παυλον δεδεμενον A ; διετιασ δε πληρωθεισησ ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων τε χαριτα καταθεσθαι τοισ ιουδαιοισ ο φηλιξ κατελιπε τον παυλο δεδεμενον B ; διετειασ δε πληρωθεισησ ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων τε χαριτα καταθεσθαι τοισ ιουδαιοισ ο φηλιξ κατελιπεν τον παυλον δεδεμενον C ; Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον: θέλων τε χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ, κατέλιπεν τὸν Παῦλον δεδεμένον. KJTR, RP ; ¶Διετίας δὲ πληρωθείσης ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ, κατέλιπε τὸν Παῦλον δεδεμένον. ST ; ¶Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον. WH (substitution)