1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ ˚Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.
¶Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. KJTR, RP, SR, ST, WH οιδαμεν γαρ οτι εαν η επιγιοσ ημω οικια του σκηνουσ καταλυθη οικοδομην εκ θυ εχομεν οικιαν αχιροποιητον αιωνιον εν τοισ ουρανοισ ℵ ; οιδαμεν γαρ οτι εαν η επιγειοσ ημων οικια του σκηνουσ καταλυθη οικοδομην εκ θυ εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοισ ουρανοισ B ; οιδαμεν γαρ οτι εαν η επιγειοσ ημων οικια του σκηνουσ καταλυθη οικοδομην εκ θυ εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοισ ουνοισ C ; οιδαμεν γαρ οτι εαν η επιγειοσ ημων οικια του σκηνουσ καταλυθη οτι εκ θυ οικοδομην εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοισ ουρανοισ U0001D513⁴⁶ (substitution)
2 Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες.
Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες: KJTR, RP, SR, ST, WH και γαρ εν τουτω στεναζομεν το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουτεσ ℵ ; και γαρ εν τουτω στεναζομε το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντεσ B ; και γαρ εν τουτω στεναζομεν το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντεσ C, U0001D513⁴⁶ ; *στεναζομεν* *επιποθουντεσ 61873 (omission)
3 Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα.
εκδυσαμενοι ] ειπερ και ενδυσαμενοι ου γυμνοι ευρεθησομεθα B, U0001D513⁴⁶ ; εἴγε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. RP, ST (substitution)
4 Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν, βαρούμενοι ἐφʼ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλʼ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν, βαρούμενοι: ἐφʼ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλʼ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. KJTR, RP, SR, WH και γαρ οι οντεσ ε τω σκηνι στεναζομεν βαρουμενοι εφ ω ου θελομεν εκδυσασθαι αλλα επενδυσασθαι ινα καταποθη το θνητον υπο τησ ζωησ ℵ ; και γαρ οι οντεσ εν τω σκηνει στεναζομεν βαρουμενοι εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι ινα καταποθη το θνητον υπο τησ ζωησ B, U0001D513⁴⁶ ; και γαρ οι οντεσ εν τω σκηνη στεναζομεν βαρουμενοι εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι ινα ινα καταποθη το θνητον υπο τησ ζωησ C ; Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐπειδὴ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλʼ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. ST (substitution)
5 Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο ˚Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ ˚Πνεύματος.
Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο ˚Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ ˚Πνεύματος. SR, WH |ο δε κατεργασαμενοσ ημασ εισ αυτο τουτο ο θσ ο δουσ ημι τον αραβωνα του πνσ ℵ ; ο δε κατεργασαμενοσ ημασ εισ αυτο τουτο θσ ο δουσ ημιν τον αρραβωνα του πνευματοσ B ; ο δε κατεργασαμενοσ ημασ εισ αυτο τουτο θσ ο δουσ ημιν τον αρραβωνα του πνσ C ; ο δε \κατεργασαμενοσ ημασ εισ αυτο τουτο θσ ο δουσ ημειν τον αρραβωνα του πνσ U0001D513⁴⁶ ; Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος. KJTR, RP, ST (substitution)
6 Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ ˚Κυρίου,
Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι, ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου: KJTR, RP, SR, ST, WH θαρρουντεσ ουν παντοτε και ειδοτεσ οτι ενδημουτεσ εν τω σωματι εκδημουμεν απο του κυ ℵ ; θαρρουτεσ ουν παντοτε και |ειδοτεσ οτι ενδημουτεσ εν τω σωματι εκδημουμεν απο του κυ B ; θαρρουντεσ ουν παντοτε και ειδοτεσ οτι ενδημουντεσ εν τω σωματι εκδημουμεν απο του κυ C ; θαρρουντεσ ουν παντοτε και ειδοτεσ οτι εν τω σωματι ενδημουντεσ εκδημουμεν απο του κυ U0001D513⁴⁶ ; *ενδημουντεσ* *εκδημουμεν* 61873 (omission)
7 διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους.
(Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους:) KJTR, RP, SR, ST, WH δια πιστεωσ γαρ περιπατουμεν ου δια ειδουσ B, C, U0001D513⁴⁶, ℵ ; *δια ειδουσ 61873 (omission)
8 Θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν ˚Κύριον.
Θαρροῦμεν δὲ, καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. KJTR, RP, SR, ST, WH θαρρουντεσ δε και ευδοκουμεν μαλλον εκδημησαι του σωματοσ και ενδημησαι προσ τον κν ℵ ; θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματοσ και ενδημησαι προσ τον κν B, C ; θαρρωμεν δε ευδοκουντεσ μαλλον εκδημησαι εκ του σωματοσ και ενδημησαι προσ κν U0001D513⁴⁶ ; *ενδημησαι* 61873 (omission)
9 Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. KJTR, RP, SR, ST, WH διο και φιλοτιμουμεθα ειτε ενδημουντεσ ειτε εκδημουντεσ ευαρεστοι αυτω ειναι C, ℵ ; διο και φειλοτειμουμεθα ειτε ενδημουντεσ ειτε εκδημουντεσ ευαρεστοι αυτω ειναι B ; διο φειλοτειμωμεθα ειτε ενδημουντεσ ειτε εκδημουντεσ ευαρεστοι αυτω ειναι U0001D513⁴⁶ ; *φιλοτιμωμεθα* 61873 (omission)
10 Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ, ἔμπροσθεν τοῦ βήματος τοῦ ˚Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.
Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. KJTR, RP, SR, ST τουσ γαρ παντασ ημασ φανερωθηναι δει εμπροσθε του βηματοσ του χυ ινα εκομισηται εκαστοσ τα δια του σωματοσ προσ α επραξεν ειτε αγαθον ειτε φαυλο ℵ ; τουσ γαρ παντασ ημασ φανερωθηναι δει εμπροσθε του βηματοσ του χυ ινα κομισηται εκαστοσ τα δια του σωματοσ προσ α επραξεν ειτε αγαθον ειτε φαυλο ℵc ; τουσ γαρ παντασ ημασ φανερωθηναι δει εμπροσθεν του βηματοσ του χυ ινα κομισηται εκαστοσ τα δια του σωματοσ προσ α επραξεν ειτε αγαθον ειτε κακον B ; τουσ γαρ παντασ ημασ φανερωθηναι δει εμπροσθεν του βηματοσ του χυ ινα κομισηται εκαστοσ τα δια του σωματοσ προσ α επραξεν ειτε αγαθον ειτε φαυλον C ; τουσ γαρ παντασ ημασ φανερωθηναι δει εμπροσθεν του βηματοσ του χρυ ινα κομισηται εκαστοσ τα ιδια του σωματοσ προσ α επραξεν ειτε αγαθον ειτε κακον U0001D513⁴⁶ ; *κομισηται* *ιδια* 61873 ; τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον. WH (omission)
11 Εἰδότες οὖν τὸν φόβον τοῦ ˚Κυρίου, ἀνθρώπους πείθομεν, ˚Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν· Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. KJTR, RP, SR, ST, WH ειδοτεσ ουν τον φοβον του κυ ανθρωπουσ πειθομεν θω δε πεφανερωμεθα ελπιζω δε και εν ταισ συνιδησεσιν υμων πεφανερωσθαι ℵ ; ειδοτεσ ουν τον φοβον του κυ ανθρωπουσ πειθομεν θω δε πεφανερωμεθα ελπιζω δε και εν ταισ συνειδησεσιν υμων πεφανερωσθαι B ; ειδοτεσ ουν τον φοβον του κυ ανουσ πειθομεν θω δε πεφανερωμεθα ελπιζω δε και εν ταισ συνειδησεσι υμων πεφανερωσθαι C ; ειδοτεσ ουν τον φοβον του κυ ανθρωπουσ πειθωμεν θω δε πεφανερωμεθα ελπιζω δε και εν ταισ συνιδησεσιν υμων πεφανερωσθαι U0001D513⁴⁶ ; *ουν* *πειθομεν* 61873 (omission)
12 Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ ἐν καρδίᾳ.
Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ ἐν καρδίᾳ. SR, WH ου παλιν εαυτουσ συνιστανομεν υμιν αλλα αφορμη διδοντεσ υμιν καυχηματοσ υπερ υμων ινα εχητε προσ τουσ εν |προσωπω καυχωμενουσ και μη ε καρδια ℵ ; ου παλιν εαυτουσ συνιστανομεν υμιν αλλα αφορμην διδοντεσ ημιν καυχηματοσ υπερ υμων ινα εχητε προσ τουσ εν προσωπω καυχωμενουσ και μη εν καρδια B ; ου παλιν εαυτουσ συνιστανομεν υμιν αλλα αφορμην διδοντεσ υμιν καυχηματοσ υπερ ημων ινα εχητε προσ τουσ εν προσωπω καυχωμενουσ και ου καρδια C ; ου παλιν εαυτουσ συνιστανομεν υμειν αλλα αφορμην διδοντεσ υμειν καυχηματοσ υπερ υμων ινα εχητε προσ τουσ εν προσωπω καυχωμενουσ και μη εν καρδια U0001D513⁴⁶ ; Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ οὐ καρδίᾳ. KJTR, RP, ST (substitution)
13 Εἴτε γὰρ ἐξέστημεν, ˚Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.
Εἴτε γὰρ ἐξέστημεν, Θεῷ: εἴτε σωφρονοῦμεν, ὑμῖν. KJTR, RP, SR, ST, WH ειτε γαρ εξεστημε θω ειτε σωφρονουμεν υμιν ℵ ; ειτε γαρ εξεστημεν θω ειτε σωφρονουμεν υμιν B, C ; ειτε γαρ εξεστημεν θω ειτε σωφρονουμεν υμειν U0001D513⁴⁶ ; *εξεστημεν* *σωφρονουμεν* 61873 (omission)
14 Ἡ γὰρ ἀγάπη τοῦ ˚Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον.
Ἡ γὰρ ἀγάπη τοῦ ˚Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. SR, WH η γαρ αγαπη του χυ συνεχει ημασ κριναντασ τουτο οτι εισ υπερ παντων απεθανεν αρα οι παντεσ απεθανεν ℵ ; η γαρ αγαπη του χυ συνεχει ημασ κρειναντασ τουτο οτι εισ υπερ παντω απεθανεν αρα οι παντεσ απεθανον B ; η γαρ αγαπη του θυ συνεχει ημασ κριναντασ τουτο οτι ει εισ υπερ παντων απεθανεν αρα οι παντεσ απεθανον C ; η γαρ αγαπη του χρυ συνεχει ημασ κρειναντασ \τουτο οτι εισ υπερ παντων απεθανεν U0001D513⁴⁶ ; *συνεχει* *κριναντασ* 61873 ; Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς· κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον: KJTR, RP, ST (omission)
15 Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
ινα οι ζωντεσ μηκετι εαυτοισ ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι U0001D513⁴⁶ ; Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. KJTR, RP, SR, ST, WH ; ϗ υπερ παντων απεθανεν ινα οι ζωτεσ μηκετι εαυτοισ ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι ℵ ; και υπερ \παντων απεθανεν ινα οι ζωντεσ μηκετι εαυτοισ ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι B ; και υπερ παντων απεθανεν ινα οι ζωντεσ μηκετι εαυτοισ ζωσιν αλλα τω υπερ αυτων απεθανοντι και εγερθεντι C (substitution)
16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα ˚Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
¶Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα ˚Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. SR, WH ωστε ημισ απο του νυ ουδενα οιδαμε κατα σαρκα ει και εγνωκαμεν κατα σαρκα χν αλλα νυ ουκετι γινωσκομεν ℵ ; ωστε ημεισ απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει και εγνωκαμεν κατα σαρκα χν αλλα νυν ουκετι γεινωσκομεν B ; ωστε ημεισ απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει δε και εγνωκαμεν κατα σαρκα χν αλλα νυν ουκε\τι γινωσκομεν C ; ωστε ημεισ απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει και εγνωκαμεν κατα σαρκα χρν αλλα νυν ουκετι γεινωσκομεν U0001D513⁴⁶ ; Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα: εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. KJTR, RP, ST (substitution)
17 Ὥστε εἴ τις ἐν ˚Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονεν καινά.
Ὥστε εἴ τις ἐν ˚Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονεν καινά. SR, WH ωστε ει τισ εν χω καινη κτισισ τα αρχαια παρηλθε ιδου γεγονεν καινα ℵ ; ωστε ει τισ εν χω καινη κτισισ τα αρχαια παρηλθεν ιδου γεγονεν καινα B, U0001D513⁴⁶ ; ωστε ει τισ εν χω καινη κτισισ τα αρχεα παρηλθεν ιδου γεγονεν καινα C ; Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις: τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ, γέγονεν καινά τὰ πάντα. KJTR, RP ; ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. ST (substitution)
18 Τὰ δὲ πάντα ἐκ τοῦ ˚Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ ˚Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
Τὰ δὲ πάντα ἐκ τοῦ ˚Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ ˚Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, SR, WH τα δε παντα εκ του θυ του καταλλαξατοσ ημασ εαυτω δια χυ και δοντοσ ημιν την διακονιαν τησ καταλλαγησ ℵ ; τα δε παντα εκ του θυ του καταλλαξαντοσ ημασ εαυτω δια χυ και δοντοσ ημιν την διακονιαν τησ καταλλαγησ B, C ; τα δε παντα εκ του θυ του καταλλαξαντοσ ημασ εαυτω δια χυ και δοντοσ ημειν την διακονιαν τησ καταλλαγησ U0001D513⁴⁶ ; *καταλλαξαντοσ* 61873 ; Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς· KJTR, RP, ST (omission)
19 ὡς ὅτι ˚Θεὸς ἦν ἐν ˚Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
Ὡς, ὅτι Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν· καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. KJTR, RP, SR, ST, WH ωσ οτι θσ ην εν χω κοσμον καταλασσων εαυτω μη λογιζομενοσ αυτοισ τα παραπτωματα αυτων και θεμενοσ εν ημιν τον λογο τησ καταλλαγησ ℵ ; ωσ οτι θσ ην εν χω κοσμον καταλλασσων εαυτω μη λογιζομενοσ αυτοισ τα παραπτωματα αυτων και θεμενοσ εν ημιν τον λογο τησ καταλλαγησ B, C ; ωσ οτι ο θσ ην εν χω κοσμον καταλλασσω εαυτω μη λογιζομενοσ αυτοισ τα παραπτωματα αυτων και θεμενοσ εν ημειν το ευαγγελιον τησ καταλλαγησ U0001D513⁴⁶ ; *λογιζομενοσ* 61873 (omission)
20 Ὑπὲρ ˚Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ ˚Θεοῦ παρακαλοῦντος διʼ ἡμῶν· δεόμεθα ὑπὲρ ˚Χριστοῦ, καταλλάγητε τῷ ˚Θεῷ.
Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος διʼ ἡμῶν: δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. KJTR, RP, SR, ST, WH υπερ χυ ουν πρεσβευομεν ωσ του |θυ παρακαλουντοσ δι ημων δεομεθα υπερ χυ καταλλαγητε τω θω C, ℵ ; υπερ χυ ουν πρεσβευομεν ωσ του θυ παρακαλουτοσ δι ημων δεομεθα υπερ χυ καταλλαγητε τω θω B ; υπερ χρυ πρεσβευομεν ωσ του θυ παρακαλουτοσ δι ημων δεομεθα υπερ χρυ καταλλαγητε τω θω U0001D513⁴⁶ ; *ωσ του* 61873 (omission)
21 Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ˚Θεοῦ ἐν αὐτῷ.
Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ˚Θεοῦ ἐν αὐτῷ. SR, WH τον μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν ινα ημισ γενωμεθα δικαιοσυνη θυ εν αυτω ℵ ; τον μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν ινα ημεισ γενωμεθα δικαιοσυνη θυ εν αυτω B, C, U0001D513⁴⁶ ; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. KJTR, RP ; τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γινώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. ST (substitution)