1
Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ ˚Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
¶Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
KJTR,
RP,
SR,
ST,
WH
οσοι εισιν υπο ζυγο δουλοι π τουσ ιδιουσ δεσποτασ πασησ τιμησ αξιουσ ηγεισθωσαν ινα μη το ονομα του θυ και η διδασκαλια βλασφημηται
ℵ
;
οσοι εισιν υπο ζυγο δουλοι τουσ ιδιουσ δεσποτασ πασησ τιμησ αξιουσ ηγεισθωσαν ινα μη το ονομα του θυ και η διδασκαλια βλασφημηται
ℵc
;
οσοι εισιν υπο ζυγον δουλοι τουσ ιδιουσ δεσποτασ πασησ τιμησ αξειουσ ηγεισθωσα ινα μη το ονομα του θυ και η διδασκαλεια βλασφημηται
A
(substitution)
2
Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει.
Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει.
KJTR,
RP,
SR,
WH
οι δε πιστουσ εχον|τεσ δεσποτασ μη καταφρονιτωσαν αλλα μαλλον δουλευετωσαν οτι πιστοι εισιν και αγαπητοι οι τησ ευεργεσιασ αντιλαμβανομενοι ταυτα διδασκε και παρακαλει
ℵ
;
οι δε πιστουσ εχοντασ δεσποτασ μη καταφρονιτωσα |οτι αδελφοι εισιν αλλα μαλλον δουλευετωσαν οτι πιστοι εισιν και αγαπητοι οι τησ ευεργεσιασ αντιλαμβανομενοι ταυτα διδασκε και παρακαλει
A
;
οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει.
ST
(substitution)
3
Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ τῇ κατʼ εὐσέβειαν διδασκαλίᾳ,
Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ τῇ κατʼ εὐσέβειαν διδασκαλίᾳ,
SR,
ST,
WH
ει τισ ετεροδιδασκαλει και μη προσεχετε υγιαινουσι λογοισ τοισ του κυ ημων ιυ χυ και τη κατ ευσεβιαν διδασκαλια
ℵ
;
ει τισ ετεροδιδασκαλει και μη προσερχεται υγιαινουσιν λογοισ τοισ του κυ ημων ιυ χυ και τη κατ ευσεβειαν διδασκαλια
A
;
Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις, τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατʼ εὐσέβειαν διδασκαλίᾳ·
KJTR,
RP
(substitution)
4
τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
Τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
KJTR,
RP,
SR,
ST,
WH
τετυφωται μηδε επισταμενοσ αλλα νοσων περι ζητησεισ και λογομαχιασ εξ ων γινεται φθονοσ ερισ βλασφημιαι υπονοιαι πονηραι
ℵ
;
τετυφωται μηδεν επισταμενοσ αλλα νοσων περι ζητησεισ και λογομαχειασ εξ ων γεινεται φθονοσ ερισ βλασφημειαι υπονοιαι πονηραι
A
(substitution)
5
διαπαρατριβαὶ, διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.
διαπαρατριβαὶ, διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.
SR,
WH
διαπαρατριβαι διεφθαρμενων ανθρωπω τον νουν και απεστερημενων τησ αληθειασ νομιζοτων πορισμον ειναι την ευσεβιαν
ℵ
;
διαπαρατριβαι διεφθαρμενων ανων τον νουν και απεστερημενων τησ αληθειασ νομιζοντων πορισμον ειναι την ευσεβειαν
A
;
Διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν: ἀφίστασο ἀπὸ τῶν τοιούτων.
KJTR,
RP
;
παραδιατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. ἀφίστασο ἀπὸ τῶν τοιούτων.
ST
(substitution)
6
Ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.
Ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.
KJTR,
RP,
SR,
WH
εστιν δε πορισμοσ μεγασ η ευσεβεια μετα αυταρκειασ
ℵ
;
εστιν δε πορισμοσ μεγασ η ευσεβεια μετα αυταρκιασ
A
;
Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.
ST
(substitution)
7
Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.
Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.
SR,
WH
ουδεν γαρ εισηνεγκαμεν εισ τον κοσμον οτι ουδε εξενεγκειν τι δυναμεθα
A,
ℵ
;
Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.
KJTR,
RP,
ST
(substitution)
8
Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.
Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα.
KJTR,
RP,
SR,
ST,
WH
εχοντεσ δε διατροφασ και σκεπασματα τουτοισ αρκεσθησομεθα
A,
ℵ
(substitution)
9
Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
SR,
ST,
WH
οι δε βουλομενοι πλουτιν εμπιπτουσιν εισ πιρασμον και παγιδα και επιθυμιασ πολλασ ανοητουσ και βλα\βερασ αιτινεσ βυθιζουσι τουσ ανθρωπουσ εισ ολεθρον και απωλιαν
ℵ
;
οι δε βουλομενοι πλουτειν εμπιπτουσι εισ πειρασμον και παγιδα και επιθυμιασ πολλασ ανοητουσ και βλαβερασ αιτινεσ βυθιζουσιν τουσ ανουσ εισ ολεθρον και απωλειαν
A
;
Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
KJTR,
RP
(substitution)
10
Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία: ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
KJTR,
RP,
SR,
ST,
WH
ριζα γαρ παντων των κακων εστι η φιλαργυρια ησ τινεσ ορεγομενοι απεπλανηθησαν απο τησ πιστεωσ και εαυτουσ περιεπειραν οδυναισ ποικιλαισ
ℵ
;
ριζα γαρ παντων των κακων εστιν η φιλαργυρια ησ τινεσ ορεγομενοι απεπλανηθησαν απο τησ πιστεωσ και εαυτουσ περιεπειραν οδυναισ πολλαισ
A
(substitution)
11
Σὺ δέ, ὦ ἄνθρωπε ˚Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαθίαν.
¶Σὺ δέ, ὦ ἄνθρωπε ˚Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαθίαν.
SR,
WH
συ δε ω ανθρωπε θυ ταυτα φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην υπομονην πραυπαθιαν
ℵ
;
συ δε ω ανε θυ ταυτα φευγε διωκαι δε δικαιοσυνην ευσεβειαν πιστιν αγαπην υπομονην πραυπαθιαν
A
;
Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα.
KJTR,
RP,
ST
(substitution)
12
Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
RP,
SR,
WH
αγωνιζου τον καλον αγωνα τησ πιστεωσ επιλαβου τησ αιωνιου ζωησ εισ ην εκληθησ και ωμολογησασ την καλην ομολογιαν ενωπιο πολλων μαρτυρω
ℵ
;
αγωνιζου τον καλον αγωνα τησ πιστεωσ επιλαβου τησ αιωνιου ζωησ εισ ην εκληθησ και ωμολογησασ τη καλην ομολογιαν ενωπιον πολλων μαρτυρων
A
;
Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
KJTR,
ST
(substitution)
13
Παραγγέλλω σοι ἐνώπιον τοῦ ˚Θεοῦ, τοῦ ζῳοποιοῦντος τὰ πάντα, καὶ ˚Χριστοῦ ˚Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,
Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν·
KJTR,
RP,
SR,
ST
παραγγελλω ενωπιον θυ του ζωοποιουντοσ τα πατα και ιυ χυ του μαρτυρησαντοσ επι ποντιου πιλατου την καλην ομολογιαν
ℵ
;
παραγγελλω σοι ενωπιον του θυ του ζωογονουντοσ τα παντα και χυ ιυ του μαρτυρησαντοσ επι ποντιου πειλατου την καλην ομολογιαν
A
;
παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πειλάτου τὴν καλὴν ὁμολογίαν,
WH
(substitution)
14
τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον, μέχρι τῆς ἐπιφανείας τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον, μέχρι τῆς ἐπιφανείας τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
SR,
WH
τηρησαι σε την εντολην ασπιλον ανεπιλημπτον μεχρι τησ επιφανειασ του κυ ημων χυ ιυ
ℵ
;
τηρησαι σε την εντολην ασπιλον ανεπι\λημπτον μεχρι τησ επιφανειασ του κυ ημων ιυ χυ
A
;
Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον, μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ:
KJTR,
RP,
ST
(substitution)
15
ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος Δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ ˚Κύριος τῶν κυριευόντων,
Ἣν καιροῖς ἰδίοις δείξει, ὁ μακάριος καὶ μόνος Δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων·
KJTR,
RP,
SR,
ST,
WH
ην καιροισ ιδιοισ διξει ο μακαριοσ και μονοσ δυναστησ ο βασιλευσ των βασιλευοντων και κσ των κυριευοντων
A,
ℵ
;
*ο βασιλευσ των βασιλευοντων και κσ των κυριευοντων
63986
(omission)
16
ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν!
Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται: ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.
KJTR,
RP,
SR,
ST,
WH
ο |μονοσ εχων αθανασιαν φωσ οικων απροσιτο ον ειδεν ουδεισ ανθρωπων ουδε ιδειν δυναται ω τιμη και το κρατοσ αιωνιον αμην
ℵ
;
ο μονοσ εχων αθανασιαν φωσ οικων απροσιτον ον ιδε ουδεισ ανων ουδε ιδειν δυναται ω τιμη και κρατοσ αιωνιον αμην
A
;
ο μονοσ εχων αθανασιαν φωσ οικων απροσιτον ον ειδεν +ανων ουδεισ ουδε*
63986
(substitution)
17
Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι, παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλʼ ἐπὶ ˚Θεῷ, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,
¶Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι, παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλʼ ἐπὶ ˚Θεῷ, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,
SR,
WH
τοισ πλουσιοισ εν τω νυν καιρω παραγγελλε μη υψηλαφρονιν μηδε ηλπικεναι επι πλουτου αδηλοτητι αλλ επι θω τω παρεχοντι ημιν πατα πλουσιωσ εισ απολαυσιν
ℵ
;
τοισ πλουσιοισ εν τω νυν αιωνι παραγγελλε μη υψηλοφρονειν μηδε ηλπικεναι επι πλουτου αδηλοτητι αλλ επι τω θω τω παρεχοντι ημιν τα παντα πλουσιωσ εισ απολαυσιν
A
;
Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε, μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλʼ ἐν τῷ Θεῷ, τῷ ζῶντι τῷ παρέχοντι ἡμῖν πλουσίως πάντα εἰς ἀπόλαυσιν·
KJTR,
ST
;
¶Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε, μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλʼ ἐν τῷ θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν·
RP
(substitution)
18
ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,
Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς·
KJTR,
RP,
SR,
ST,
WH
αγαθοεργειν πλουτιν εν εργοισ καλοισ ευμεταδοτουσ ειναι κοινωνικουσ
ℵ
;
αγαθοεργει πλουτειν εν εργοισ καλοισ ευμεταδοτουσ ειναι κοινωνικουσ
A
(substitution)
19
ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.
ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.
SR,
WH
αποθησαυριζοντασ εαυτοισ θεμελιο καλον εισ το μελλον ινα επιλαβωται τησ οντωσ ζωησ
ℵ
;
αποθησαυριζοντασ εαυτοισ θεμελιον καλον εισ το μελλον ινα επιλαβωνται τησ οντωσ ζωησ
A
;
Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνιόυ ζωῆς.
KJTR,
RP,
ST
(substitution)
20
Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,
Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως:
KJTR,
RP,
SR,
WH
ω τιμοθεε την παραθηκην φυλαξο εκτρεπομενοσ τασ βεβηλουσ κενοφωνιασ και ατιθεσεισ τησ ψευδωνυμου γνωσεωσ
ℵ
;
ω τιμοθεε την παραθηκην φυλαξον εκτρεπομενοσ τασ βεβηλουσ κενοφωνιασ και αντιθεσεισ τησ ψευδωνυμου γνωσεωσ
A
;
ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,
ST
(substitution)
21
ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μεθʼ ὑμῶν.
ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μεθʼ ὑμῶν.
SR,
WH
ην τινεσ επαγγελλομενοι περι την πιστιν ηστοχησαν η χαρισ μεθ υμων
A,
ℵ
;
Ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.
KJTR,
RP,
ST
(substitution)