1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
¶Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; KJTR, RP, SR, ST, WH τολμα τισ υμων πραγμα εχων προσ τον ετερον κρινεσθαι επι των αδικων και ουχι επι των αγιων C, ℵ ; τολμα τισ εξ υμων πραγμα εχω προσ τον ετερον κρινεσθαι επι των αδικων και ουχι επι των αγιων A ; τολμα τισ υμων πραγμα εχων προσ ετερον κρεινεσθαι επι των αδικων και ουχι επι των αγιων B ; τολμα τισ υμων πραγμα εχων προσ τον ετερον κρινεσθε επι των αδικων και ουχι επι των αγιων U0001D513⁴⁶ (substitution)
2 Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; SR, WH η ουκ οιδατε οτι οι αγιοι τον κοσμο κρινουσιν και ει εν υμιν κρινεται ο κοσμοσ αναξιοι εστε κριτηριων ελαχιστων ℵ ; η ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρινουσιν και ει εν υμιν κρινετε ο κοσμοσ αναξιοι εστε κρητηριων ελαχιστω A ; η ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρινουσιν και ει εν υμιν κρεινεται ο κοσμοσ αναξιοι εστε κριτηριων ελαχιστω B ; η ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρινουσιν και ει εν υμιν κρινεται ο κοσμοσ αναξιοι εστε κριτηριων ελαχιστων C ; η ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρεινουσιν και εν υμειν κρενεται ο κοσμοσ αναξιοι εστε κριτηριων ελαχιστων U0001D513⁴⁶ ; η ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρεινουσιν και εν υμειν κρεινεται ο κοσμοσ αναξιοι εστε κριτηριων ελαχιστων U0001D513⁴⁶c ; Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; KJTR, RP ; οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; ST (substitution)
3 Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά;
μητι γε ] ουκ οιδατε οτι αγγελουσ κρινουμεν μητι γε βιωτικα B, C, ℵ ; ουκ οιδατε οτι αγγελουσ κρεινουμεν μητι γε βιωτικα U0001D513⁴⁶ ; οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά; WH (substitution)
4 Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;
Βιωτικὰ μὲν οὖν κριτήρια Ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ. Τούτους καθίζετε KJTR, RP, SR, ST, WH βιωτικα μεν ουν κριτηρια εαν εχητε τουσ εξουθενημενουσ εν τη εκκλησια τουτουσ καθιζετε C, U0001D513⁴⁶, ℵ ; βιωτικα μεν ου κριτηρια εαν εχητε τουσ εξουθενημενουσ εν τη εκκλησια τουτουσ καθιζετε B (substitution)
5 Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ;
Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; SR, WH προσ εντροπην υμιν λεγω ουτωσ ουκ ενι εν υμιν ουδεισ σοφοσ οσ δυνησεται ανακριναι ανα μεσο του αδελφου αυτου ℵ ; προσ εντροπην υμιν λαλω ουτωσ ουκ ενι εν υμιν ουδεισ σοφοσ οσ δυνησεται διακρειναι ανα μεσον του αδελφου αυτου B ; προσ εντροπην υμιν λεγω ουτωσ ουκ ενι εν υμιν ουδεισ σοφοσ οσ δυνησεται διακριναι ανα μεσον του αδελφου αυτου C ; προσ εντροπην υμειν λεγω ουτωσ ουκ ενι εν υμειν ουδεισ σοφοσ οσ δυνησεται διακρειναι ανα μεσον του αδελφου αυτου U0001D513⁴⁶ ; Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως, οὐκ ἔνι ἐν ὑμῖν σοφὸς; οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; KJTR, RP ; πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔστιν ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὑτοῦ; ST (substitution)
6 Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;
Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. KJTR, RP, SR, ST, WH αλλα αδελφοσ με|τα αδελφου κρινεται και τουτο επι απιστων U0001D513⁴⁶, ℵ ; αλλα αδελφοσ μετα αδελφου κρεινεται και του|το επι απιστων B ; αλλα αδελφοσ μετα αδελφου κρινεται και ταυτα επι απιστων C (substitution)
7 Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; RP, SR, WH ηδη μεν ολωσ ηττημα υμιν εστιν οτι κριμα εχετε μεθ εαυτων δια τι ουχι μαλλον αδικεισθε δια τι ουχι μαλλον αποστερεισθε ℵ ; ηδη μεν ουν ηττημα υμιν εστι οτι κριματα εχετε μεθ εαυτων δια τι ουχι μαλλον αδικεισθε δια τι ουχι μαλλον αποστερεισθε A ; ηδη με ουν ολωσ ηττημα υμιν εστιν οτι κριματα εχετε μεθ εαυτων δια τι ουχι μαλλον αδικεισθε δια τι ουχι μαλλον αποστερεισθε B ; ηδη μεν ουν ολωσ ηττημα υμιν εστιν οτι κριματα εχετε μεθ εαυτων δια τι ουχι μαλλον αδικισθε δια τι ουχι μαλλον αποστερισθε C ; ηδη μεν ολωσ ηττημα υμειν εστιν οτι κριματα εχετε μεθ εαυτων δια τι ουχι μαλλον αδικεισθαι δια τι ουχι μαλλον αποστερεισθαι U0001D513⁴⁶ ; Ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; KJTR ; ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν. διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διατί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ST (substitution)
8 Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς!
Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς! SR, WH αλλα υμεισ αδικειτε και αποστερειτε και τουτο αδελφουσ A, B, C, U0001D513⁴⁶, ℵ ; Ἀλλὰ, ὑμεῖς ἀδικεῖτε, καὶ ἀποστερεῖτε, καὶ ταῦτά ἀδελφούς. KJTR, RP, ST (substitution)
9 Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ˚Θεοῦ Βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται,
¶Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ˚Θεοῦ Βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, SR, WH η ουκ οιδατε οτι αδικοι θυ βασιλειαν ου κληρονομησουσιν μη πλανασθαι ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται ℵ ; η ουκ οιδατε οτι οι αδικοι θυ βασιλειαν ου κληρονομησουσιν μη πλανασθε ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται A ; η ουκ οιδατε οτι αδικοι θυ βασιλειαν ου κληρονομησουσιν μη πλανασθε ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται Ac, Bc, C ; η ουκ οιδατε οτι αδικοι θυ βασιλειαν κληρονομησουσιν μη πλανασθε ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται B ; η ουκ οιδατε οτι αδικοι θυ βασιλεια ου κληρονομησουσιν μη πλανασθε ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται U0001D513⁴⁶ ; Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε: οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, KJTR, RP ; Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, ST (substitution)
10 οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, Βασιλείαν ˚Θεοῦ κληρονομήσουσιν.
οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, Βασιλείαν ˚Θεοῦ κληρονομήσουσιν. SR, WH ουτε κλεπται ουτε πλεονεκται ου μεθυσοι ου λοιδοροι ουχ αρπαγεσ βασιλειαν θυ κληρονομησουσιν A, C, ℵ ; ουτε κλεπται ουτε πλεονεκται ουτε μεθυσοι ου λοιδοροι ουχ αρπαγεσ βασιλειαν θυ κληρονομησουσιν B ; ουδε κλεπται ουδε πλεονεκται ουδε μεθυσοι ου λοιδοροι ουχ αρπαγεσ βασιλειαν θυ κληρονομησουσιν U0001D513⁴⁶ ; Οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. KJTR ; οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. RP ; οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. ST (substitution)
11 Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἐν τῷ ˚Πνεύματι τοῦ ˚Θεοῦ ἡμῶν.
ημων ] και ταυτα τινεσ ητε αλλα απελουσασθε αλλα ηγιασθητε αλλα εδικαιωθητε εν τω ονοματι του κυ ιυ χυ και εν τω πνι του θυ ημων ℵ ; και ταυτα τινεσ ητε αλλα απελουσασθε αλλα ηγιασθητε αλλα εδικαιωθητε εν τω ονοματι του κυ ιυ και εν τω πνι του θυ ημων A ; και ταυτα τινεσ ητε αλλα απελουσασθε αλλα ηγιασθητε αλλα εδικαιωθητε εν τω ονοματι του κυ ημων ιυ χυ και εν τω πνευματι του θυ ημων B ; και ταυτα τινεσ ητε αλλ απελουσασθε αλλα ηγιασθητε αλλα εδικαιωθητε εν τω ονοματι του κυ +ημων ιυ +χυ και εν τω πνι του θυ ημων C ; και ταυτα τινεσ ητε αλλα απελουσασθε αλλα ηγιασθητε αλλα εδικαιωθητε εν τω ονοματι του κυ ιηυ χρυ και εν τω πνι του θυ ημων U0001D513⁴⁶ ; Καὶ ταῦτά τινες ἦτε: ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλʼ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. KJTR, RP, ST ; Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν. WH (substitution)
12 Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει: πάντα μοι ἔξεστιν, ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. KJTR, RP, SR, ST, WH παντα μοι εξεστι αλλ ου παντα συμφερει παντα μοι εξεστιν αλλ ουκ εγω εξουσιασθησομαι υπο τινοσ ℵ ; παντα μοι εξεστιν αλλ ου παντα συμφερει παντα μοι εξεστιν αλλ ουκ εγω εξουσιασθησομαι υπο τινοσ A, B ; παντα μοι εξεστιν αλλ ου παντα συμφερει παντα εξεστιν αλλ ουκ εγω εξουσιασθησομαι υπο τινοσ C ; παντα μοι εξεστιν αλλ ουκ εγω εξουσιασθησομαι υπο τινοσ U0001D513⁴⁶ (substitution)
13 Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ ˚Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ ˚Κυρίῳ, καὶ ὁ ˚Κύριος τῷ σώματι.
Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν: ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ· καὶ ὁ Κύριος τῷ σώματι. KJTR, RP, SR, ST, WH τα βρωματα τη κοιλια και η κοιλια τοισ βρωμασιν ο δε θσ και ταυτην και ταυτα καταργησει \το δε σωμα ου τη πορνια αλλα τω κω και ο κσ τω σωματι A, ℵ ; τα βρωματα τη κοιλια και η κοιλια τοισ βρωμασιν ο δε θσ και ταυτην και ταυτα καταργησει το δε σωμα ου τη πορνεια αλλα τω κω και ο κσ τω σωματι B, C, U0001D513⁴⁶ (substitution)
14 Ὁ δὲ ˚Θεὸς καὶ τὸν ˚Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐξεγερεῖ, διὰ τῆς δυνάμεως αὐτοῦ.
Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. KJTR, RP, SR, WH ο δε θσ και τον κν ηγειρεν και ημασ εξεγερει δια τησ δυμεωσ αυτου ℵ ; ο δε θσ και τον κν ηγειρεν και ημασ εξεγιρει δια τησ δυναμεωσ αυτου A ; ο δε θσ και τον κν ηγειρεν και ημασ εξηγειρεν δια τησ δυναμε\ωσ αυτου B ; ο δε θσ και τον κν ηγειρεν και ημασ εξεγερει δια τησ δυναμεωσ αυτου C ; ο δε θσ και τον κν ηγειρεν και ημασ εξεγειρει a δια τησ δυναμεωσ αυτου U0001D513⁴⁶ ; ο δε θσ και τον κν ηγειρεν και ημασ εξεγερει aεξηγειρεν δια τησ δυναμεωσ αυτου U0001D513⁴⁶c ; ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὑτοῦ. ST (substitution)
15 Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη ˚Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ ˚Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο!
Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. KJTR, RP, SR, ST, WH ουκ οιδατε οτι τα σωματα ημων μελη χυ εστιν αρασ ουν τα μελη του χυ ποιησω πορνησ μελη μη γενοιτο A, ℵ ; ουκ οιδατε οτι τα σωματα υμω μελη χυ εστιν αρασ ουν τα μελη του χυ ποιησω πορνησ μελη μη γενοιτο B ; ουκ οιδατε οτι τα σωματα υμων μελη χυ εστιν αρασ ουν τα μελη του χυ ποιησω πορνησ μελη μη γενοιτο C ; ουκ οιδατε οτι τα σωματα υμων μελη χρυ εστιν αρασ ουν τα μελη του χρυ ποιησω πορνησ μελη μη γενοιτο U0001D513⁴⁶ ; *αρασ ουν τα μελη του χυ ποιησω μελη πορνησ* Iren (omission)
16 Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν; “Ἔσονται” γάρ, φησίν, “οἱ δύο εἰς σάρκα μίαν.”
Ἢ; οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. KJTR, SR, ST, WH η ουκ οιδατε οτι ο κολλωμενοσ τη πορνη εν σωμα εστιν εσονται γαρ φησιν οι δυο εισ σαρκα μιαν B, ℵ ; η ουκ οιδατε οτι ο κολλωμενοσ τη πορνη εν σωμα εστιν εσονται γαρ οι δυο εισ σαρκα μιαν A ; η ουκ οιδατε οτι ο κολλωμενοσ τη πορνη εν σωμα εστιν εσονται γαρ φησιν οι δυο εισ σαρκα μια C ; ουκ οιδατε οτι ο κολλωμενοσ τη πορνη εν σωμα εστιν εσονται γαρ φησιν οι δυο εισ σαρκα μιαν U0001D513⁴⁶ ; *οτι ο κολλωμενοσ τη πορνη* 64522 ; Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. RP (omission)
17 Ὁ δὲ κολλώμενος τῷ ˚Κυρίῳ, ἓν πνεῦμά ἐστιν.
Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. KJTR, RP, SR, WH ο δε κολλωμενοσ τω κω εν πνα εστιν A, C, ℵ ; ο δε κολλωμενοσ τω κω εν πνευμα εστιν B, U0001D513⁴⁶ ; *κολλωμενοσ τωι κω εν* 64522 ; ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. ST (substitution)
18 Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. KJTR, RP, SR, ST, WH φευγετε την πορνιαν παν αμαρτημα ο εαν ποιηση ανθρωποσ εκτοσ του σωματοσ εστιν ο δε πορνευων εισ το ιδιον σωμα αμαρτανι ℵ ; φευγετε την πορνιαν παν αμαρτημα ο εαν ποιηση ανοσ εκτοσ \του σωματοσ εστιν ο δε πορνευων εισ το ιδιον σωμα αμαρτανει A ; φευγετε την πορνειαν παν αμαρτημα ο εαν ποιηση ανθρωποσ εκτοσ του σωματοσ εστιν ο δε πορνευω εισ το ιδιον σωμα αμαρτανει B ; φευγετε την πορνειαν παν αμαρτημα ο εαν ποιηση ανοσ εκτοσ του σωματοσ εστιν ο δε πορνευων εισ το ιδιον σωμα αμαρτανει C ; φευγετε την πορνειαν παν αμαρτημα ο εαν ποιηση ανθρωποσ εκτοσ του σωματοσ εστιν ο δε πορνευων εισ το ιδιον σωμα αμαρτανει U0001D513⁴⁶ (substitution)
19 Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν, ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου ˚Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ ˚Θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν,
Ἢ; οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; KJTR, RP, SR, ST, WH η ουκ οιδαται οτι το σωμα υμων ναοσ του εν υμιν αγιου πνσ εστιν ου εχετε απο θυ και ουκ εστε αυτων ℵ ; η ουκ οιδατε οτι το σωμα υμων ναοσ του εν υμιν αγιου πνσ εστιν ου εχετε απο θυ και ουκ εσται εαυτω A ; η ουκ οιδατε οτι τα σωματα υμων ναοσ του εν υμιν αγιου πνσ εστιν ου εχετε απο θυ και ουκ εσται εαυτω Ac ; η ουκ οιδατε οτι το σωμα υμω ναοσ του εν υμιν πνευματοσ αγιου εστιν ου εχετε απο θυ και ουκ εστε εαυτων B ; \η ουκ οιδατε οτι το σωμα υμων ναοσ του εν υμιν αγιου πνσ εστιν ου εχετε απο θυ και ουκ εστε εαυτων C ; η ουκ οιδατε οτι το σωμα υμων ναοσ του εν υμειν αγιου πνσ εστιν ου εχετε απο θυ και ουκ εστε εαυτων U0001D513⁴⁶ (substitution)
20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν ˚Θεὸν ἐν τῷ σώματι ὑμῶν.
ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν ˚Θεὸν ἐν τῷ σώματι ὑμῶν. SR, WH ηγορασθητε γαρ τιμησ δοξασατε τον θν εν τω σωματι υμων ℵ ; ηγορασθητε γαρ τιμησ δοξασατε δη τον θν εν τω σωματι υμων C, ℵc ; ηγορασθητε γαρ τιμησ δοξασατε δη τον θν εν τω σωματι υμω A ; ηγορασθητε γαρ τειμησ δοξασατε δη τον θν εν τω σωματι υμων B, U0001D513⁴⁶ ; Ἠγοράσθητε γὰρ τιμῆς: δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν τοῦ Θεοῦ. KJTR, RP, ST (addition)